Ὀδυσσεύς
σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
625
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορός
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Ὀδυσσεύς
ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
630
ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
Χορός
οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορὸς α
ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
635
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορὸς β
ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
Χορὸς γ
ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
Ὀδυσσεύς
ἑστῶτες ἐσπάσθητε;
640
Χορὸς δ
καὶ τά γ’ ὄμματα
μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
Ὀδυσσεύς
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορός
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
τυπτόμενος, αὕτη γίγνεται πονηρία;
645
ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὀδυσσεύς
πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
650
χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορός
δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
655
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.