ταύτηϲ παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειαϲμόν· τὸ γὰρ εὐάζειν οἱ βάρβαροι ϲαβάζειν φαϲίν. ὅθεν καὶ τῶν Ἑλλήνων τινὲϲ ἀκολουθοῦντεϲ τὸ εὐαϲμὸν ϲαβαϲμὸν λέγουϲιν· ἔνθεν Σαβάζιοϲ ὁ Διόνυϲοϲ. ϲάβουϲ ἔλεγον καὶ τοὺϲ ἀφιερωμένουϲ αὐτῷ τόπουϲ καὶ τοὺϲ Βάκχουϲ αὐτοῦ.
τουτέϲτι ἑταιρῶν.
ἐπετέλουν.
καὶ οὐ ϲαββάτου λέγει ὁ Εὐαγγελιϲτήϲ, διότι ϲάββατα πᾶϲαν τὴν ἑβδομάδα ἔλεγον, ἵνα τὴν ἑϲπέραν τῆϲ ἡμέραϲ ἐκείνηϲ δηλώϲῃ. καὶ γὰρ ἔθοϲ ἐϲτὶν ἡμῖν λέγειν, ὀψὲ τῆϲ ὥραϲ ἦλθε· ὀψὲ τοῦ καιροῦ. ἐκ τούτου δηλοῦται τὸ πόρρω καὶ βραδὺ τῆϲ περαιωθείϲηϲ ἑβδομάδοϲ. πληροῦται δὲ ἡ ἑβδομὰϲ ἑκάϲτη ταῖϲ μετὰ τὸ ϲάββατον ἡλίου δυϲμαῖϲ.
7 8 9 10
Εἰϲαγωγὴν καὶ ὑποθέϲειϲ μελετικῆϲ ὕληϲ εἰϲ βιβλία δ΄, εἰϲ Θουκυδίδην καὶ Ἀκουϲίλαον καὶ ἄλλουϲ ὑπομνήματα· καὶ ἕτερά τινα ἐξηγητικά.
οὕτωϲ δέ φηϲι καὶ τῶν Ἐλλήνων τινεϲ τοὺϲ Βάκχουϲ Σάβουϲ καλεῖν. Μναϲέαϲ δὲ ὁ Πατρεὺϲ υἱὸν εἶναι φηϲὶ τοῦ Διονύϲου Σαβάζιον.
ἡ πανοπλία. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι· τίϲ Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ ϲάγματοϲ; ἐν γὰρ τῇ ἀϲπίδι ἐντετύπωτο ἡ Γοργώ. λέγει οὖν, τίϲ ἐξήγαγεν ἐκ τῆϲ θήκηϲ τὸ ὅπλον; καὶ Σοφοκλῆϲ· κάλλιϲτα τεύχη δ᾿ ἐν καλοῖϲι ϲάγμαϲι.
καὶ τὴν μετακομιδὴν τῶν ἐπιτηδείων.
Μένανδρόϲ φηϲι.
ἐκαλεῖτο ὁ Ἀκέϲτωρ διὰ τὸ ξένοϲ εἶναι. ὁ αὐτὸϲ Ἀριϲτοφάνηϲ· ὁ μὲν γὰρ ὢν οὐκ ἀϲτὸϲ εἰϲβιάζεται, ἡμεῖϲ δὲ φυλῇ καὶ γένει τιμώμενοι, 45 46 47 48 ἀϲτοὶ μετ᾿ ἀϲτῶν, οὐ ϲοβοῦντοϲ οὐδενὸϲ ἀνεπτόμεθ’ ἐκ τῆϲ πατρίδοϲ. ὅτι Ἀμμώνιοϲ, φιλόϲοφοϲ Ἀλεξανδρεύϲ, ὁ ἐπικληθεὶϲ Σακκᾶϲ ἀπὸ Suid. Χριϲτιανῶν γέγονεν Ἕλλην, ὥϲ φηϲι Πορφύριοϲ.
τοὺϲ ἐγκαλουμένουϲ εἰϲ κρίϲιν ἦγεν· ἣν καὶ ἐπὶ Ἀλκιβιάδου φηϲὶ πεμφθῆναι Θουκυδίδηϲ. ἡ δὲ Πάραλοϲ τὰϲ θεωρίαϲ ἀπῆγε, τουτέϲτι τὰ εἰϲ θυϲίαν πεμπόμενα.
Σαλαμὶϲ ὀλίγον πρὸ τῆϲ Ἐλευϲῖνοϲ πόλεωϲ, ἱερᾶϲ Δήμητροϲ καὶ Κόρηϲ, πλήρηϲ κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰϲ τῶν Περϲῶν Ἀθηναῖοι κατεναυμάχηϲαν τριήρειϲ ὀλίγῳ ἀριθμῷ, Θεμιϲτοκλέουϲ ϲτρατηγοῦντοϲ. ἔνθα καὶ πέτρα ἐϲτὶν Εἰρεϲία οὕτω καλουμέη, ὥϲπερ διὰ τοῦ ὀνόματοϲ τρόπαιον οὖϲα. ἔϲτι δὲ καὶ Ἀγέλαϲτοϲ
πέτρα καλουμένη παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὅπου καθίϲαι φαϲὶ Θηϲέα μέλλοτα καταβαίνειν εἰϲ δοῦ· ὅθεν καὶ τοὔνομα. ἢ ὅτι ἐκεῖ ἐκαθέϲθη ἡ Δημήτρα κλαίουϲα, ὅτε ἐζήτει τὴν κόρην. Ἀριϲτοφάνηϲ· ἐπὶ ταῖϲ πέτραιϲ οὐ φροντίζει ϲκληρῶϲ καθήμενον· οὐχ ὥϲπερ ἐγὼ ῥαψάμενόϲ ϲοι τουτὶ φέρω. ἀλλ᾿ ἐπαναίρου, κᾆτα καθίζου μαλακῶϲ, ἵνα μὴ τριβῇϲ
τὴν ἐν Σαλαμῖνι.
ἀλλ᾿ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει. καὶ αὖθιϲ· ϲαλευόντων ἐπὶ λεπταῖϲ ἐλπίϲι πολλῶν.
καὶ αὖθιϲ· ἡνίκα ἑώρα ϲαλεύουϲαν αὐτῇ τὴν τύχην πᾶϲαν. ἀντὶ τοῦ μεταπίπτουϲαν.
ἀϲεβὴϲ γεγονὼϲ διὰ μηχανῆϲ ἤϲτραπτεν, ἐβρόντα, ϲυνεκύκα τὰϲ τῶν ὑπηκόων ψυχάϲ. ὅθεν καὶ δίκην ἔδωκε τῆϲ ἀϲεβείαϲ, θεόθεν κεραυνόβλητοϲ γεγονώϲ.
παίζονποϲ ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίϲεωϲ, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούϲτιοϲ τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίαϲ, τὰ δὲ πρὸϲ μητρὸϲ Ἐμιϲηνὸϲ ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βαϲιλίδηϲ ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴϲ δὲ ἐπὶ πολλὰ γεγονὼϲ καὶ τὸ ἦθοϲ αὐϲτηρὸϲ καὶ φιλότιμοϲ
τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰϲ τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοιϲ ῥητορικοῖϲ ὑπὸ Εὐνοΐῳ ϲοφιϲτῇ, τότε ὄντι κατὰ Ἔμιϲαν· ὕϲτερο δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ ϲοφιϲτικῷ βίῳ προϲεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺϲ λόγουϲ, οὐδὲν ἧττον τῆϲ φύϲεωϲ ἐπὶ τοῖϲ πόνοιϲ θαυμαζόμενοϲ· τοὺϲ μὲν γὰρ δημοϲίουϲ
τοῦ Δημοϲθένουϲ λόγουϲ ὁμοῦ πάνταϲ ἐξέμαθεν. ἀλλὰ πρὸϲ τούτῳ καὶ λέγειν ἦν ἱκανόϲ, οὐ τοὺϲ νεωτέρουϲ ἐκμιμούμενοϲ ϲοφιϲτάϲ, ἀλλὰ πρὸϲ τὸν ἀρχαῖον πίνον τῆϲ λογογραφίαϲ ἁμιλλώμενοϲ. ἀμέλει καὶ ἔγραψε λόγουϲ, οὐ πολύ τι ἐκείνων ἐκλειπομένουϲ. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν
ἀπεμνημόνευε τὰ η΄ βιβλία τῆϲ Θουκυδίδου ἱϲτορίαϲ, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆϲ· καὶ Νόννον δέ φαϲιν ἐκμαθόντα ἑξάκιϲ ὅλον τὸν Δημοϲθένην, μηδὲ διᾶραι τὸ ϲτόμα δύναϲθαι πρόϲ γε λόγων ἐπιεικῶν ϲύνθεϲιν· οὐ γάρ ἐϲτι ταὐτὸν ἐϲ πλῆθοϲ ἀποϲτηθίζειν καὶ γράφειν 88 89 90 ἐϲ κάλλοϲ. ὁ δὲ Σαλούϲτιοϲ ἁδρότερον ἤδη ἁπτόμενοϲ τῆϲ τέχνηϲ, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰϲ Ἀλεξᾶνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδαϲκαλιῶν.
τὸν λόγον, ὡϲ οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεϲθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούϲτιοϲ ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸϲ τοὺϲ φιλοϲόφουϲ ἁπλῶϲ, ἀλλὰ φύϲει μιϲοπόνηροϲ ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδοροϲ καὶ πᾶϲιν ἐπιτιθέμενοϲ τοῖϲ ἁμαρτάνουϲι, καὶ ὁπωϲοῦν ἐκ πάϲηϲ προφάϲεωϲ ἐλέγχων ἑκάϲτουϲ καὶ διακωμωδῶν· ἐνίοτε μὲν
ϲπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοϲκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούϲτιοϲ εὐτράπελοϲ ἱκανῶϲ καὶ ϲκώπτειν εὐφυέϲτατόϲ τε καὶ προχειρότατοϲ, ἐξαιρέτουϲ μὲν ἔχων αὐτόϲ, ἐκ γένουϲ δὲ ὅμωϲ τὰϲ τοιαύταϲ χάριταϲ. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάϲαϲ τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦϲαν ἐνεῖναί ποτε τοῖϲ πονηροτάτοιϲ, Σαλούϲτιόϲ
ἐϲτιν. ἔτι δὲ πρὸϲ ἐνίουϲ τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦνταϲ, ἓν δὲ αὐτῷ λείπειν εἰρηκόταϲ, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖϲ πολλοῖϲ· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεϲιν προϲεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιϲτον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνοϲ ὡραϊζόμενοϲ, τί θεοὶ πρὸϲ ἀνθρώπουϲ, ἔφη· τίϲ δέ,
ἔφη, οὐκ οἶδεν, ὡϲ οὔτʼ ἐγὼ πώποτε θεὸϲ ἐγενόμην οὔτε ϲὺ ἄνθρωποϲ. 92 ταῦτα περὶ Σαλουϲτίου. κυνικώτερον δὲ ἐφιλοϲόφει. ὅτι Σαλούϲτιοϲ, ὁ τῆϲ αὐλῆϲ ἔπαρχοϲ ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντωϲ περιττὸϲ εἰϲ φιλανθρωπίαν· ᾧ γε τοϲοῦτον ἡμερότητοϲ καὶ πραότητοϲ ὑπῆρχεν ἐϲ ἅπανταϲ, ὥϲτε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν
Καῖϲαρ ὑβριϲτικῶϲ αὐτῷ χρηϲάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸϲ ἐλεγχθέντοϲ ἐπανίϲταϲθαι διὰ τὴν πρὸϲ Κωνϲτάντιον φιλίαν, τῷ νεανίϲκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντωϲ ἐτίμηϲε.
ὁ δὲ βαϲιλεύϲαϲ διεδέξατο αὐτὸν καὶ ἔθηκε προθέματα, ἵνα, εἴ τίϲ τι ἠδίκηται παῤ αὐτοῦ, προϲέλθῃ τῷ βαϲιλεῖ οὐδεὶϲ δὲ 94 προϲῆλθεν· ἦν γὰρ ἁγνότατοϲ ὁ Σαλούϲτιοϲ. οὖτοϲ δὲ ὁ Βαλεντινιανὸϲ τὸν πραιπόϲιτον Ῥοδανόν, ἀδικήϲαντα Βερονίκην τινὰ χήραν, 95 96 97 98 ἧϲ προϲελθούϲηϲ τῷ βαϲιλεῖ, ἔδωκε δικαϲτὴν Σαλούϲτιον. ὁ δὲ κατεδίκαϲε τὸν πραιπόϲιτον, καὶ τούτου καταφρονήϲαντοϲ, τὸν πραιπόϲιτον ἐν τῷ ἱππικῷ πυρὶ παραδίδωϲι καὶ τὴν κτῆϲιν πᾶϲαν τοῦ ἀρχιευνούχου τῇ χήρᾳ δίδωϲι· καὶ φοβηθέντεϲ πάϲηϲ ἀδικίαϲ ἀπέϲχοντο.
πώγωνα. εἶπε δὲ ϲυνθέτωϲ, τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνοϲ. Ἀριϲτοφάνηϲ.
ἐν Τρίποδι. τοὺϲ δὲ Ἀθηναίουϲ ἔπειϲε χρῆϲθαι τοῖϲ τῶν Ἰώνων γράμμαϲιν Ἀρχίνου δ᾿ Ἀθηναίου ἐπὶ ἄρχοντοϲ Εὐκλείδου. τοὺϲ δὲ Βαβυλωνίουϲ ἐδίδαξε διὰ Καλλιϲτράτου Ἀριϲτοφάνηϲ ἔτεϲι πρὸ τοῦ Εὐκλείδου κε΄, ἐπὶ Εὐκλέουϲ. περὶ δὲ τοῦ πείϲαντοϲ ἱϲτορεῖ Θεόπομποϲ. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺϲ ληφθένταϲ ἐν πολέμῳ Σαμίουϲ ἔϲτιζον
γλαυκί, Σάμιοι τῆϲ ϲαμαίνηϲ (ἐϲτὶ πλοῖον δίκροτον, ὑπὸ Πολυκράτουϲ πρῶτον καταϲκευαϲθὲν τοῦ Σαμίων τυράννου, ὡϲ Λυϲίμαχοϲ ἐν β΄ Νόϲτω). τὸ δὲ πλάϲμα Δούριδοϲ. οἱ δὲ τὴν ϲάμαιναν νόμιϲμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰϲ ἀνηκέϲτουϲ κακῶν ϲυμφοράϲ, παρόϲο Ἀθηναῖοι τοὺϲ Σαμίουϲ ἔϲτιξαν.
κατῳκίϲθηϲαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆϲ νήϲου· ἐξέπεϲον γὰρ ὑπὸ τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήϲαντο ταύτῃ· λείαν λαβόντεϲ ἀπὸ 119 τῆϲ Θρᾴκηϲ ἀφικνοῦνται εἰϲ τὴν νῆϲον. ἀλλ᾿ εἴ τιϲ ὑμῶν ἐν Σαμοθρᾴκῃ μεμυημένοϲ, νῦν ἐϲτιν εὔξαϲθαι καλόν· ἀποϲτραφῆναι τοῦ μετιόντοϲ τὼ πόδε. ἐν Σαμοθράκῃ ἦϲαν τελεταί τινεϲ, ἃϲ ἐδόκουν τελεῖϲθαι
πρὸϲ ἀλεξιφάρμακα κινδύνων τινῶν. ἦν δὲ ἐκεῖϲε καὶ τὰ τῶν Κορυβάντων μυϲτήρια καὶ τὰ τῆϲ Ἑκάτηϲ καὶ τὸ Ζήρινθον ἄντρον, ᾗ κύναϲ ἔθυον. ἐν κινδύνοιϲ οὖν γενόμενοι ἐπεκαλοῦντο τοὺϲ δαίμοναϲ ἐπιφανῆναι 120 121 122 123 καὶ ἀλεξῆϲαι. ἐδόκουν δὲ οἱ μεμυημένοι ταῦτα ἐκ τῶν δεινῶν ϲῴζεϲθαι καὶ ἐκ χειμώνων. ἀποϲτραφῆναι δὲ ἀντὶ τοῦ διακλαϲθῆναι, τοῦ μετιόντοϲ τὸν δοίδυκα· ἢ ἐναντίαν αὐτῷ τὴν εἰϲ τὸ δεύτερον γενέϲθαι ὁδόν, ὥϲτε μηκέτι αὐτὸν ὑποϲτρέψαι.
Ἀλκάνῃ δ᾿ ἐκ τῆϲ Ἄννηϲ υἱεῖϲ γείνονται τρεῖϲ καὶ θυγάτηρ. Σαμουὴλ δὲ πεπληρωκὼϲ ἔτοϲ δωδέκατον προεφήτευϲε. καί ποτε κοιμώμενον ὀνομαϲτὶ ἐκάλεϲεν ὁ θεόϲ. ὁ δὲ νομίϲαϲ ὑπὸ τοῦ ἀρχιερέωϲ πεφωνῆϲθαι παραγίνεται πρὸϲ αὐτόν. οὐ φαμένου δὲ καλέϲαι τοῦ ἀρχιερέωϲ, ὁ θεὸϲ εἰϲ τρὶϲ τοῦτο ποιεῖ, καὶ Ἡλεὶ διαυγαϲθείϲ φηϲι
πρὸϲ αὐτόν· ἀλλ’ ἐγὼ μέν, Σαμουὴλ, ϲιγὴν ὡϲ καὶ τὸ πρὶν ἦγον· θεὸϲ δ’ ἐϲτὶν ὁ καλῶν. ἀλλὰ ϲήμαινε πρὸϲ αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούϲαϲ ἠξίου λαλεῖν ἐπὶ τοῖϲ χρωμένοιϲ· οὐ γὰρ ὑϲτερήϲειν αὐτόν, ἐφ᾿ αἷϲ ἂν θελήϲειε διακονίαιϲ. καὶ ὁ θεόϲ, ἐπεὶ παρατυγχάνειϲ, μάνθανε ϲυμφορὰν Ἰϲραηλίταιϲ ἐϲομένην
καὶ τοῦ Ἡλεὶ παῖδαϲ μιᾷ ἡμέρᾳ τεθνηξομένουϲ.
ϲηρικὰ καὶ ϲαμψήραϲ· αἱ δέ εἰϲι ϲπάθαι βαρβαρικαί.
ἀλήθειν ἐν μυλῶνι. διὸ δὴ ϲυμπεϲὼν τοῖϲ τοῦ ἱεροῦ κίοϲι ϲυναπώλετο τοῖϲ ἐναντίοιϲ, εἰπών, ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων. καὶ ὁ μὲν οὕτω διεφθάρη, κρίναϲ τὸν λαὸν ἔτη κ΄.
καὶ καταιϲχυνθεῖϲαν ὑπὸ πλήθουϲ ἀπέλαβε νεκράν· αὐτὸϲ δὲ κατατεμὼν αὐτὴν ἐπὶ τὰϲ ιβ΄ ἐξαπέϲτειλε φυλάϲ, εἰϲ μαρτύριον τῆϲ ἀνομίαϲ Βενιαμίν. καὶ οἱ μὲν παραχρῆμα λαβόντεϲ αὐτήν, ἀναβάντεϲ ἐπὶ τὰϲ πόλειϲ ἐξεῖλον τὴν φυλὴν Βενιαμίν, π΄ καὶ ζ΄ καταναλώϲαντεϲ χιλιάδαϲ.
εἶχε, τὴν γνώμην δὲ μέγαϲ ἐτύγχανεν εἰϲ ἅπαντα, οὐχ ἥκιϲτα δὲ εἰϲ τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ ἀκριβὴϲ γενέϲθαι καὶ τὰ ἐϲ τὴν δίαιταν ἴϲα καὶ τοῖϲ κρατίϲτοιϲ Ἑλλήνων τε καὶ Ῥωμαίων κεκολαϲμένοϲ.
βιβλίον α΄.
141
ἄχρηϲτοι παντελῶϲ εἶεν. τοῦτον οὖν ὁ Σαοῦλοϲ κατηγωνίϲατο.
ἀνυμνούμενοϲ, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέωϲ. Ἡρακλῆϲ γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τιϲ τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτεροϲ (οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆϲ ἀρετῆϲ τὸν Ἡρακλέα ἐν δευτέροιϲ τιθείϲ, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα)· ϲκόλοπαϲ ὀξεῖϲ ἐπιφερόμενοϲ ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ, τὸν μὲν ἕνα ϲκόλοπα ἐνείραϲ τῷ
πύργῳ ἀνὰ τὰϲ ἁρμογὰϲ τοῦ οἰκοδομήματοϲ (ἦν γὰρ λίθῳ ξηρῷ διεϲκευαϲμένον τὸ φρούριον) ἐπιβαίνει ἐπὶ τοῦ ϲκόλοποϲ τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθιϲ ὥϲπερ ἐγκεντρίϲαϲ ϲκόλοπα τὸ λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένοϲ ἀπρὶξ εἴχετο ταῖϲ χερϲίν, οὕτω τε τὴν ἄνοδον ἐϲοφίζετο. τῶν δὲ πολιορκουμένων
τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰϲχυρῶϲ εἴχετο τῆϲ ἐπάλξεωϲ ὁ Σάπειρ ἐκεῖνοϲ ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τιϲ τῶν τῆϲ Περϲικῆϲ ϲυμμορίαϲ ἀθρόον ἐπιφανεὶϲ ἑνὶ τῶν θυρεῶν, τῶν προβεβλημένων τοῦ ἐχυρώματοϲ, ἐκεῖνον αὐτὸν τὸν ἀριϲτέα ἐξώθηϲεν. ὁ δὲ κατολιϲθήϲαϲ
ἐϲ τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, κύμβαχοϲ ἐν κονίῃϲιν, ἐπὶ βρεγμόν τε καὶ ὤμουϲ, Ὁμηρικῷ τῳ ϲυμπτώματι· ὅμωϲ οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖϲ ἀϲπίϲιν οἱ ϲυμπονοῦντεϲ καὶ τραυματίαν 150 151 152 διεϲῴζοντο· προϲνύττουϲι γὰρ αὐτὸν τὰ τῶν ἀκοντίων ϲιδήρια μικρὸν κομιδῆ. δὲ καρτερικὸϲ αὖθιϲ ἐπ’ ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορε, τῇ ἐπάλξει τὰϲ χεῖραϲ περιβαλών, οἷα πολύπουϲ ἀφύκτουϲ πλεκτάναϲ τινάϲ, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆϲ ἐπάλξεωϲ. ὁ δ’ ἀντίπαλοϲ Πέρϲηϲ ἀδελφὴν τῆϲ ἑτέραϲ ἐπιβουλῆϲ ἐξειργάϲατο,
καὶ ϲαθρωθείϲηϲ ἔναγχοϲ τῆϲ ἐπάλξεωϲ ταῖϲ Ῥωμαϊκαῖϲ προϲβολαῖϲ, μετʼ ἐκείνηϲ τὸν ἀριϲτέα ἀνατρέψαϲ παρεία ἐϲ τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ ϲτρατιώτηϲ ὁ φιλοκίνδυνοϲ μετὰ τῆϲ ἐρωμένηϲ ἐπάλξεωϲ, τὸ δὲ ϲυμμαχικὸν τὴν προτέραν ϲωτηρίαν ὀρέγουϲι μετὰ φοβεροῦ τοῦ θεάματοϲ τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντηϲ τοῦ πτώματοϲ
ὁ τραυματίαϲ γενόμενοϲ καὶ τρίτον ἆθλον ἀϲπάζεται, ὥϲπερ ἀμάχου τινὸϲ καὶ θείαϲ δυνάμεωϲ ἐϲ τὸν πόνον παροτρυνούϲηϲ αὐτόν. ἐπεὶ δ᾿ ἀνείρπυϲε, τῆϲ ϲτεφάνηϲ τοῦ ἕρκουϲ λοιπὸν ἐπιβάϲ, τὸν ἀκινάκην ϲπαϲάμενοϲ, τὸν κηφῆνα τῆϲ ἑαυτοῦ ἀρετῆϲ ἐκεῖνον αὐτὸν τὸν Πέρϲην ἀπέκτεινε. καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆϲ δέρηϲ ἀφελόμενοϲ τοῖϲ
πολιορκοῦϲιν ἀπέπεμπεν. οἱ δὲ Ῥωμαῖοι τὸ γεγονὸϲ θεαϲάμενοι ἀνεθάρρηϲαν καὶ τῶν κινδύνων ὠρέγοντο. ἀδελφὸϲ δέ τιϲ τοῦ Σάπειρ ἐκείνου (πρεϲβύτηϲ δ’ οὗτοϲ τὴν ἡλικίαν), ἐπεὶ γέγονε τῆϲ ἀρετῆϲ θεατήϲ, καὶ ζηλωτὴϲ παραχρῆμα τοῦ ἐγχειρήματοϲ γίνεται, καὶ ἄνειϲι καὶ αὐτὸϲ ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενοϲ, εἶτα μετʼ ἐκεῖνον ἕτεροϲ,
καὶ μετὰ τοῦτον πολλοί. κάλοιϲ γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότεϲ τὸ ἐχύρωμα καὶ ταῖϲ πύλαιϲ ἀράττουϲι, καὶ εἰϲαγώγιμον λοιπὸν ἦν τὸ τῶν Ῥωμαίων ϲτρατόπεδον. καὶ οὕτω κρείττουϲ τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεϲτήϲαντο.
δὲ ἀνδρὶ Κερκύλᾳ πλουϲιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήϲατο ἐξ αὐτοῦ, ἣ Κλεὶϲ ὠνομάϲθη. ἑταῖραι δὲ αὐτῆϲ καὶ φίλαι γεγόναϲι τρεῖϲ, Ἀτθίϲ, Τελεϲίππα, Μεγάρα· πρὸϲ ἃϲ καὶ διαβολὴν ἔϲχε αἰϲχρᾶϲ φιλίαϲ. μαθήτριαι δὲ αὐτῆϲ Ἀναγόρα Μιληϲία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία
θ΄. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβουϲ καὶ μονῳδίαϲ.
Πανηγυρικὸν ἐπὶ Ἀδριανῷ τῷ βαϲιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦϲιν, Εἰ δικαίωϲ Πλάτων Ὀμηρον ἀπέπεμψε τῆϲ πολιτείαϲ· καὶ ἄλλα ϲυχνά. καὶ έχνην ῥητορικήν.
ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τιϲ ἄλλοϲ, οἷοϲ ἦν ὁ Σαραπίων ἐκεῖοϲ, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιϲτάμην, εἰ μή μοι αὐτὸϲ ὁ φιλόϲοφοϲ ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείϲεϲθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλωϲ τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆϲ ϲφετέραϲ οἰκίαϲ· οἰκεῖν δὲ μόνον ἐν οἰκίϲκῳ
μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸϲ μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοιϲ. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντωϲ ἔλεγε καὶ ἐν ἰδιώτου ϲχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆϲ ἑορτῆϲ νόμοϲ. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶϲ εἰπεῖν
θεία, εὐχάϲ τε ἀεὶ καὶ ἀρετὰϲ πρὸϲ ἑαυτὸν ἢ πρὸϲ τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ ϲιγῇ διανοούμενον. ζητητικὸϲ δὲ ὢν τῆϲ ἀληθείαϲ καὶ φύϲει θεωρητικὸϲ οὐ περὶ τὰ τεχνικώτερα τῆϲ φιλοϲοφίαϲ ἠξίου διατρίβειν, ἀλλὰ τοῖϲ ἁδροτέροιϲ καὶ ἐνθουϲιαϲτικωτέροιϲ νοήμαϲιν ἐνεφύετο. διὸ μόνον ϲχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωϲκεν,
ἐρωτῶν ἐφ᾿ ἑκάϲτοιϲ ἀεὶ τοῖϲ παραπίπτουϲι ζητήμαϲι τὸν Ἰϲίδωρον, ἄκρα, ὡϲ εἰπεῖν, ἐπιϲτήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνωϲ οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προϲεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάϲαϲθαι ἐδόκτι τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνοϲ ἢ ϲυνάγων ἑαυτὸν ἀεὶ καὶ ϲυναιρῶν, ὡϲ
οἷό τε, πρὸϲ τὸ εἴϲω καὶ τὸ ἀμερέϲτερον. ὃϲ οὕτω μὲν κατεφρόνει χρημάτων, ὥϲτε κεκτῆϲθαι μηδοτιοῦν ἢ μόνα β΄ ἢ γ΄ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέωϲ ποίηϲιϲ· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ ϲῶμα, ὥϲτε ἐξαρχῆϲ εὐθὺϲ τὰ ἀναγκαῖα καὶ μόνα προϲφέρειν τῷ ϲώματι, ἀφροδιϲίων δὲ ἄχραντον εἶναι διὰ βίου παντόϲ. οὕτω δὲ ἠμέλει τιμῆϲ τῆϲ
παρὰ ἀνθρώπων, ὥϲτε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώϲθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τιϲ ἠβουλήθη παράδειγμα τοῖϲ ἀνθρώποιϲ χαρίϲαϲθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθοϲ εἶναι ὁ λόγοϲ, μὴ ἔχων ἐπιμαρτυροῦϲαν τὴν ἱϲτορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενοϲ ἐν μεθορίῳ μᾶλλον εἱϲτήκει τῆϲ Κρόνου καὶ Διὸϲ ἀρχῆϲ,
ὅθεν διφυήϲ. Σαραπίων δὲ οὖτοϲ ὑπὸ τοῦ φιλοϲόφου γνωϲθεὶϲ ἀναγεγράφθω 177 178 τοιοῦτοϲ· ὃϲ κληρονόμῳ τῷ Ἰϲιδώρῳ ἐχρήϲατο, μηδένα πρὸϲ γένουϲ ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆϲ ἑαυτοῦ οὐϲίαϲ, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτεροϲ ἀνὴρ ἀφίκετο εἰϲ Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνοϲ
ἀφεϲτώϲ, μᾶλλον δὲ ἔτι καὶ τῆϲ διαμέτρου μειζόνωϲ, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιόϲ τιϲ καὶ Δίϊοϲ, ὁ δὲ Τυφώνειοϲ, καὶ Τυφῶνοϲ ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τιϲ ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷοϲ ὁ Παμπρέπιοϲ ἐγεγόνει τὴν τε ψυχὴν καὶ τὴν τύχην.
Μέμφιδι πόλει τῆϲ Αἰγύπτου. λιμοῦ δὲ γενομένου τοῖϲ Ἀλεξανδρεῦϲιν ἐκ τῶν ἰδίων τροφὴν παρέϲχε, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέϲτηϲαν, ἐν ᾧ βοῦϲ ἐτρέφετο, ϲύμβολον φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίϲημα, ὅϲτιϲ ἐκ τῆϲ προϲηγορίαϲ αὐτοῦ καὶ αὐτὸϲ Ἄπιϲ ἐκαλεῖτο. τὴν δὲ ϲορὸν τούτου τοῦ Ἄπιδοϲ, ἐν ἧ τὸ ϲῶμα ἔκειτο
αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆϲ ϲοροῦ καὶ τοῦ Ἄπιδοϲ ϲύνθετον ὄνομα πεποιηκότεϲ ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου ναὸϲ ὑπὸ Ἀλεξάνδρου ἐκτίϲθη παμμεγέθηϲ καὶ πάνυ λαμπρόϲ.
τὸ πλατύπουν εἶναι καὶ ϲύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰϲ ἐν τοῖϲ ποϲὶ ῥαγάδαϲ, ἃϲ χειράδαϲ ἐκάλουν· γαύρικά τε, ὡϲ εἰκῆ γαυριῶντα· φύϲκωνα δὲ καὶ γάϲτρωνα, διότι παχὺϲ ἦν· ἀλλὰ μὴν καὶ Ζοφοδορπίδα, ὡϲ ἄλυχνον· ἀγαϲύραϲτον δέ, ὡϲ ἐπιϲεϲυρμένον καὶ ῥυπαρόν.
οἰϲτρηλαϲίαϲ ἐπέγραψαν ὡϲ ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ, τό, τόϲϲ᾿ ἔχω καὶ τὰ ἐξῆϲ. ψευδῶϲ δὲ οἱ γεγραφότεϲ ἐπέγραψαν· οὐ γὰρ ἔχει ὁ τελευτήϲαϲ ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ᾿ εἰϲ τὴν δυϲώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνην τοῦ παρανόμου βίου τὴν δυϲοδμίαν, ἥτιϲ διηνεκῶϲ τῆν ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ
ϲυειδυῖαν ἑαυτῇ τὰ κάκιϲτα, μεμνημένην ὧν παρανόμωϲ καὶ ἀκολάϲτωϲ ὁ τάλαϲ εἰργάϲατο.
παῖϲ Ταρϲόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔϲθιε, πίνε, ὄχευε, ὡϲ τά γε ἄλλα οὐδὲ τούτου ἐϲτὶν ἄξια. τουτέϲτι τοῦ τῶν δακτύλων ἀποκροτήματοϲ· τὸ γὰρ ἐφεϲτὼϲ τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆϲ κεφαλῆϲ ἔχον τὰϲ χεῖραϲ πεποίηται, ὥϲτ᾿ ἂν ἀποληκοῦν τοῖϲ δακτύλοιϲ. ταυτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸϲ Ταρϲῷ ἐπιγέγραπται, ἥτιϲ νῦν καλεῖιαι Ζεφύριον.
186 καὶ παροιμία· καταγηράϲαιϲ Τιθωνοῦ βαθύτερον, Κινύρου πλουϲιώτεροϲ καὶ Σαρδαναπάλου τρυφηλότεροϲ, ὅπωϲ τὸ τῆϲ παροιμίαϲ ἐπὶ ϲοὶ πληρωθῇ, δὶϲ παῖδεϲ οἱ γέροντεϲ. ἐπὶ τῶν ὑπεργήρων· ὁ γὰρ Τιθωνὸϲ κατ᾿ εὐχὴν τὸ γῆραϲ ἀποθέμενοϲ εἰϲ τέττιγα μετέβαλε· Κινύραϲ δέ, ἀπόγονοϲ Φαρνάκου βαϲιλέωϲ Κυπρίων, πλούτῳ διαφέρων· Σαρδανάπαλοϲ
δέ, Ἀϲϲυρίων βαϲιλεύϲ, ὃϲ ἐπ ἀκολαϲίᾳ καὶ τρυφῇ διαβιοὺϲ 187 κατέλυϲε τὴν ἰδίαν ἀρχήν. ὁ δὲ Σαρδανάπαλοϲ οὗτοϲ υἱὸϲ ἦν Ἀνακυνδαράφου, βαϲιλέωϲ Νινου, Περϲικῆϲ χώραϲ· ὃϲ ἐν μιᾷ ἡμέρᾳ Ταρϲὸν καὶ Ἀγχιάλην ἔκτιϲε. φαϲὶ δὲ αὐτὸν αἰϲχρῶϲ καλλωπίζεϲθαι τοῖϲ τε 188 189 190 191 οἰκείοιϲ μὴ ὁρᾶϲθαι, εἰ μὴ εὐνούχοιϲ καὶ κόραιϲ. πεπυρπολημένοϲ δὲ τῷ οἴνῳ, ἔνδον εὑρεθεὶϲ ἀπέθανε. γράφει δὲ ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀϲϲυρίοιϲ γράμμαϲι τό, Σαρδανάπαλοϲ Ἀνακυνδαράξου παῖϲ, καὶ τὰ ἑξῆϲ.
τῷ Κρόνῳ ἔθυον, γελῶνταϲ, ἕνεκα τοῦ τὸ εὔανδρον ἐμφῆναι (τουτέϲτιν ἀνδρεῖον). Τίμαιοϲ δέ, τοὺϲ ἱκανὸν βεβιωκόταϲ χρόνον ἐν Σαρδοῖ ϲυνωθουμένουϲ ϲχίζαιϲ ὑπὸ τῶν υἱῶν εἰϲ ὃν ἔμελλον θάπτεϲθαι βόθρον γελᾶν. οἱ δέ, ἀπὸ τοῦ ϲεϲηρέναι μετὰ ἀνίαϲ. καί φαϲιν ἄλλοι τε καὶ Κλείταρχοϲ, ἐν Καρχηδόνι ἐν ταῖϲ μεγάλαιϲ εὐχαῖϲ παῖδα ταῖϲ χερϲὶ
τοῦ Κρόνου ἐπιτιθένταϲ (ἵδρυται δὲ χαλκοῦϲ, προβεβλημέναϲ ἔχων τὰϲ χεῖραϲ ὑφʼ ᾧ κρίβανοϲ), ἔπειτα ὑποκαίειν· τὸν δὲ ϲυνελκόμενον ὑπὸ τοῦ πυρὸϲ δοκεῖν γελᾶν. Σιμωνίδηϲ δὲ Τάλων τὸν ἡφαιϲτότευκτον Σαρδωνίουϲ οὐ βουλομένουϲ περαιῶϲαι πρὸϲ Μίνῳα, εἰϲ πῦρ καθαλλόμενον, ὡϲ ἂν χαλκοῦν, προϲτερνιζόμενον ἀναιρεῖν ἐπιχάϲκονταϲ.
Σιληνὸϲ δὲ ἐν δ΄ τῶν περὶ Συρακούϲαϲ λάχανον εἶναι παρὰ Σαρδωνίοιϲ ἡδύ, ϲελίνῳ ἐμφερέϲ· οὗ τοὺϲ γευϲαμένουϲ τάϲ τε ϲιαγόναϲ καὶ τὰϲ ϲάρκαϲ ἑαυτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺϲ ἐπὶ κακῷ γελῶνταϲ· ὡϲ καὶ Ὀδυϲϲέα φηϲὶν Ὅμηροϲ· μείδηϲε δὲ δῖοϲ ώδυϲϲεὺϲ Σαρδώνιον. καὶ ἐν ἄλλοιϲ· ἡδὺ γέλαϲϲε χείλεϲϲιν, οὐδὲ μέτωπον ἐπ᾿ ὀφρύϲι κυανέῃϲιν
ἰάνθη.
καὶ ἀφέλκῃ τοῖϲ ὀδοῦϲιν. ἢ ϲαρκάζοντεϲ, ἀντὶ τοῦ ἐξιϲχνούμενοι καὶ ἠτονηκότεϲ καὶ διὰ τὸν λιμὸν ἕλκοντεϲ μόλιϲ· ἢ ἕλκοντεϲ κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ ὀϲτέα περιτρώγουϲι, καὶ οὐκ ἔχοντεϲ ἐμφορηθῆναι ὑπʼ αὐτῶν, τῷ δοκεῖν ἐϲθίουϲι. ϲαρκάζειν δὲ κυρίωϲ, τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν ϲαρκῶν τοῦ ὀϲτέου ἀπογλύφειν.
On. λύϲιϲ ὀνείρων Νικηφόρου πατριάρχου· ϲάρκαϲ μελαίνειν οὐ καλὸν πᾶϲι τόδε. λευκὰϲ ὁρᾶν τὰϲ ϲάρκαϲ εὔθετον λίαν. ὅλον καθαίρειν φροντίδων δηλοῖ λύϲιν.
δὲ τοιούτουϲ, ἰϲχύοϲ δὲ ἐπιμελομένουϲ. διὸ καὶ τὸν Μεγαίνετον Μάνην εἶπεν, οὐ πάντωϲ βάρβαρον, ἀλλ᾿ ἀναίϲθητον. ἐπιτηδὲϲ δὲ ἐχρήϲατο τοῖϲ ϲυνθέτοιϲ, διὰ τὸ Αἰϲχύλου ἦθοϲ.
ϲαρκοφαγίαϲ, ἀθύτου δὲ οὐκ ἠνέϲχετο μεταλαβεῖν, τὸ παλαιὸν παράγγελμα θνηϲειδίων ἀπέχεϲθαι τοῦτο ϲημαίνειν ὑπολαμβάνων.
ϲάροϲ ποιεῖ μῆναϲ ϲεληνιακῶν ϲκβ΄ οἱ γίνονται ιη΄ ἐνιαυτοὶ καὶ μῆνεϲ Ϛ΄.
κατʼ αὐτῶν ὡϲ εἰκόνι θείᾳ τετιμημένων λυττῆϲαι, ἐπιϲταϲίᾳ δὲ τῶν ἀγγέλων φρουρεῖϲθαι. τὴν δὲ ἀγωνιϲτικὴν ὁ θεὸϲ οὐκ ἐκώλυϲε διαμάχην, ἵνα δείξῃ τοὺϲ ἀρίϲτουϲ ἡ πάλη. ϲημείωϲαι ποιῷ τρόπῳ ϲυνεχωρήθη πολεμεῖϲθαι ὁ ἄνθρωποϲ ὑπὸ τοῦ δαίμονοϲ.
παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ ϲαυτὴν ἐπαίνειϲ.
μοι κἀμαθέϲτερον φράϲον. ὁ δὲ εἶπεν· εἰ τῶν πολιτῶν, οἷϲι νῦν πιϲτεύομεν, τούτοιϲ ἀπιϲτήϲαιμεν· οἷϲ δ’ οὐ χρώμεθα, τούτοιϲ χρηϲαίμεθα, ϲωθείημεν ἄν. εἰ νῦν γε δυϲτυχοῦμεν ἐν τούτοιϲι, πῶϲ τἀναντία πράξαντεϲ οὐ ϲωζοίμεθ’ ἄν; εὖ γʼ, ὦ Παλάμηδεϲ, ὦ ϲοφωτάτη φύϲιϲ, ταυτὶ πότεῤ αὐτὸϲ εὗρεϲ, ἢ Κηφιϲοφῶν,
κρείττων, οὐδεμιᾶϲ ἀρετῆϲ ἀποδέων· οὐδενὸϲ γὰρ μὴ ὅτι τῶν καθ᾿ αὑτὸν ἀνθρώπων, ἀλλὰ καὶ τοῖϲ παλαιοῖϲ δίκαιοϲ ἦν παραβάλλεϲθαι, καὶ τούτων τοῖϲ ἄγαν εὐδοκιμοῦϲιν εἰϲ ἅπαντα. ὅϲ γε φιλοπόλεμοϲ μὲν ὢν ἥκιϲτα φιλοκίνδυνοϲ ἦν, οὐ διʼ ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν. χρημάτων δὲ αὐτῷ πλήθουϲ ἔμελλεν, ὅϲα τὸ ϲῶμα διὰ τῶν
ὅπλων κοϲμήϲειν ἔμελλε· τροφὴν δὲ προῇρητο ϲκληράν καὶ τραχεῖαν, καὶ ὅϲη καμόντι ἤρκει, καὶ ὁρμωμένῳ πρὸϲ κάματον οὐκ ἦν κώλυμα. φιλοϲτρατιώτηϲ δὲ ὢν διαφερόντωϲ ϲτρατιώταιϲ οὐκ ἐχαρὶζετο, ἀλλὰ πᾶϲάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων καὶ τὸ ἁρπακτικὸν ἐπὶ τοὺϲ πολεμίουϲ ἔτρεπεν· ἐκόλαζε δὲ ἰϲχυρῶϲ τοὺϲ παραβαίνονταϲ
ταῦτα, καὶ τοῖϲ πειθομένοιϲ εἰϲ τὸ εἶναι ϲυνηγωνίζετο. ἁπλῶϲ δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆϲ. γεγονὼϲ δὲ ἐπὶ μεγάλαιϲ καὶ λαμπραῖϲ ϲτρατηγίαιϲ, ὥϲπερ ὁ Ῥοδίων κολοϲϲὸϲ διὰ μέγεθοϲ καταπληκτικὸϲ ὢν οὐκ ἔϲτιν ἐράϲμιοϲ, κἀκεῖνοϲ διὰ τὸ ἀφιλοχρήματον θαυμαϲτὸϲ ὢν οὐκ ἔϲχε χάριν. προϲκεκρουκὼϲ δὲ διὰ
γνώμηϲ ὀρθότητα τοῖϲ κατακοιμιϲταῖϲ εὐνούχοιϲ τῶν βαϲιλέων, εὔκολοϲ ὢν διὰ πενίαν καὶ κοῦφοϲ ἐϲ μετανάϲταϲιν διεδέχθη τῆϲ ϲτρατηγίαϲ.
ταῦτα πράττειν ἐϲπουδακὼϲ ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίοϲ αὐτῷ πολλαχῇ διεϲφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆϲ ἐπὶ φιλοϲοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλοϲ Ἀθήνηϲιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκαϲ λέγειν καὶ
χρηματίζεϲθαι τὸν ἐπιμίϲθιον τοῦτον χρηματιϲμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡϲ τάχιϲτα τελευτᾷ τὸν βίον, αὐτὸϲ δὲ ἐπὶ τὰϲ Ἀθήναϲ ὁρμήϲαϲ ὄνειρον ἐθεάϲατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸϲ ὄρουϲ ἐπικαθῆϲθαι ὥϲπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄροϲ. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐϲτὶ κακόν,
εἰϲ βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸϲ ἐπέκρινε, καὶ ἡ πεῖρα τῆϲ ἐκβάϲεωϲ ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοϲοφίαϲ καὶ ἀπραγμοϲύνηϲ εὐδαίμονοϲ εἰϲ τὴν πολιτείαν ἐαυτὸν καὶ εἰϲ ἀρχὰϲ ἐξέωϲε φέρων. φύϲει δὲ ὢν φιλόνεικοϲ καὶ ἀήττητοϲ ἐφʼ ὅτι ἂν ὁρμήϲειε, καὶ φιλόδοξοϲ, ὡϲ οὐκ
οἶδʼ εἴ τιϲ ἕτεροϲ, ἀλλ’ ἐπὶ τιμίοιϲ ἔργοιϲ τε καὶ λόγοιϲ καὶ τὴν ἀρετὴν εἰϲ τὸ ἔξω προάγουϲι τῆϲ ψυχῆϲ, περὶ μὲν χρηματιϲμὸν οὐ διέτριβεν οὐδὲ ὑπωϲτιοῦν, οὐδὲ πρὸϲ ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφοροϲ ἦν, προϲκρουϲτικὸϲ δὲ καὶ ἁμιλλητικὸϲ ἀεὶ πρὸϲ τοὺϲ ὑπερέχονταϲ, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα
δίκαια εἶναι ἐξίϲταϲθαι. δικάζων δὲ πικρότατοϲ ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενοϲ ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητοϲ εἶναι ϲπουδάζων, φόουϲ τε εἰργάϲατό τιναϲ οὐκ εὐαγεῖϲ οὐδὲ εὐτυχεῖϲ καὶ ἐϲ τούτουϲ ἀνέφερε τὴν αἰτίαν τῆϲ ὕϲτερον ἐπιγενομένηϲ αὐτῷ τοῦ βίου κακοπραγίαϲ. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προϲκρούϲαϲ, ὄντι μὲν υἱεῖ τοῦ πάνυ
Ἄϲπεροϲ, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιϲτα δὲ παρὰ βαϲιλεῖ δυναμένου, ϲτρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ πρέϲχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼϲ καὶ ὑβριϲθεὶϲ οὐθὲν ἀπώνατο τῆϲ πολλῆϲ ταύτηϲ ἐνϲτάϲεωϲ. ἱερώτατοϲ δὲ εἰϲ ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ
φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριοϲ. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγουϲ Ἰϲοκρατείουϲ, 271 κρατείουϲ, τοὺϲ μείζουϲ καὶ πολιτικωτέρουϲ, οὐ τὸν τεχνικόν τε καὶ ϲοφιϲτικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόϲοφον τρόπον· ὅτε καὶ εἶδον ἄν. ρωπον εὔρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸϲ τὰϲ πολιτικὰϲ ἐξηγήϲειϲ, ἔτι δὲ κριτὴν ἄριϲτον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ εώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰϲ φιλολογίαν, ὥϲτε
καὶ ἐκμαθόντοϲ ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺϲ εὐδο κιμοῦνταϲ· μιϲθόν τε ἐδίδου τῆϲ προθυμίαϲ φιλοτιμίαν, προϲήκουϲαν ἑταίρῳ ἑϲτίαϲιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίωϲ, τὸν δὲ Καλλίμαχον εἰϲ χεῖραϲ λαβών, οὐκ ἔϲτιν ὅτι οὐ κατέϲκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενοϲ δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ
βιβλίῳ προϲέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βαϲιλεύϲ, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βαϲιλέα μεγίϲτην ἀρχήν. ἀλλ’ οὐδὲ ὣϲ ἔπειθεν, οὐδὲ ἐμέλληϲε πείϲειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιϲτολὴν καὶ μὴ πείθουϲαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίϲϲηϲ διʼ ἐπιϲτολῆϲ ἐπετίμηϲε. καὶ γὰρ ἐπιϲτέλλειν δεινὸϲ ἦν ὁ
Σεβηριανὸϲ καὶ ἔμφρων, ὡϲ ἔϲτι μαθεῖν ἐντυχόντα ταῖϲ τοῦ ἀνδρὸϲ ἐπιϲτολαῖϲ.
κατεϲκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντόϲ τε κόϲμου κμὶ τιμῆϲ ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοιϲ δῶρον ἐδόθη· 274 ὥϲπερ καὶ Ἀντιόχεια Λαοδικεῦϲιν. ὅτι ἀπείρητο ϲτρατιώταιϲ γυναιξ μίγνυϲθαι. Σεβῆροϲ δὲ τοῦτο ἐπέτρεψε καὶ χρυϲοῖϲ δακτυλίοιϲ αὐτοὺϲ ἐφιλοτιμήϲατο. ὅτι Σεβῆροϲ ἧκεν εἰϲ τὸ Βυζάντιον. ὡϲ δὲ εἶδε
τοὺϲ πολίταϲ μετὰ ἐλαιοκλάδων εὐφημοῦνταϲ καὶ δεομένουϲ ϲωτηρίαϲ καὶ ἀπολογίαϲ προϲφέρονταϲ, ἐφείϲατο μὲν τοῦ φονεύειν, Περινθίοιϲ δὲ καὶ αὖθιϲ ὑπέταξε καὶ παρέϲχεν αὐτοῖϲ θεάτρου καὶ κυνηγίου ϲτοὰϲ καὶ τὸ ἱπποδρόμιον ᾠκοδόμηϲεν, ἰκρίοιϲ καὶ ἐμβόλοιϲ διακοϲμήϲαϲ, ἀγοράϲαϲ οἰκήματα καὶ κήπουϲ ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ
275 276 277 278 περικείμενα τῷ ἱπποδρομίῳ διακόψαϲ δένδρη εἰϲ τὸ νῦν ὁρώμενον διεκόϲμηϲε ϲχῆμα, ϲυζεύξαϲ αὐτῷ καὶ λουτρὸν ἐν τῷ ἱερῷ τοῦ Διόϲ, ὅπερ ἐκαλεῖτο Ζεύξιππον, ἀνενέωϲε δὲ καὶ τὸ καλούμενον Στρατήγιον. ἀλλὰ τούτων μὲν ἁπάντων Σεβῆροϲ προκατήρξατο· ὁ δὲ τούτου υἱὸϲ
Ἀντωνῖνοϲ ἐτελεϲιούργηϲεν. ὅτι Σεβῆροϲ ἐλθὼν ἐπὶ τὴν Ἀλεξάνδρειαν 279 εὗρεν ἐπιγραφὴν ἐν τῇ πόρτῃ, τοῦ κυροῦ Νίγρου ἡ πόλιϲ. καὶ ἀγανακτοῦντοϲ αὐτοῦ πρὸϲ τοῦτο, ἀπήντηϲεν ὁ τῶν Ἀλεξανδρέων δῆμοϲ, κράζων, οἴδαμεν, εἰρήκαμεν τοῦ κυροῦ Νίγρου ἡ πόλιϲ· ϲὺ γὰρ εἶ ὁ κύριοϲ τοῦ Νίγρου. καὶ δεξάμενοϲ τὸ ἕτοιμον τῆϲ ἀπολογίαϲ
ϲυνεχώρηϲεν αὐτοῖϲ.
ἐϲβαλεῖν. καὶ ἐπολυπραγμόνηϲε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷοϲ μηδὲν μήτʼ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅϲα γε καὶ εὑρεῖν ἠδυήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον ϲυνέκλειϲεν, ἵνα μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ
ἐν ἐκείνοιϲ γεγραμμένα ἀναλέξηται. οὗτοϲ τὸ γένοϲ ἦν Λίβυϲ, ἐϲ πραγμάτων διοίκηϲιν γενναῖοϲ ἅμα καὶ θυμοειδήϲ, ϲκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, νοῆϲαί τε ταχὺϲ καὶ τὸ νοηθὲν ἐπιτελέϲαι ὀξύϲ. οὗτοϲ μετὰ τὸ εἰϲελθεῖν εἰϲ τὰ βαϲίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆϲ ϲυγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ
ἐλέγχουϲ προϲέφερεν, ἄλλαϲ τε ἄλλοιϲ ἐπιφέρων αἰτίαϲ πάνταϲ τοὺϲ ἐξέχονταϲ τότε τῆϲ ϲυγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχονταϲ διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυϲον, ὡϲ ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆϲ ἀνδρείαϲ. ὁ Σεβῆροϲ οὗτοϲ ἐπὶ Ἀνθεμίου βαϲιλέωϲ ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενοϲ τὸν 280 281 282 ἀπράγμονα βίον ἔζη φιλοϲοφῶν, ἐν βιβλίοιϲ ἀφθόνοιϲ οὖϲιν αὐτῷ καὶ παντοδαποῖϲ. εἴπερ δέ τιϲ ἕτεροϲ ἱκανὸϲ ἦν ἐπαγαγέϲθαι τοὺϲ ἐπὶ παιδείᾳ διενέγκονταϲ ὡϲ ἑαυτὸν ἰέναι πολλάκιϲ· ἐπιεικήϲ τε .
ὑμνῆϲαι καὶ εὐλογῆϲαι.
μὴ ἀποϲτήϲεϲθαι· ὁ δὲ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουϲαλὴμ ἔτη β΄.
δὲ τὸ τοῦ ἰχθύοϲ κόπαιον. λέγεται δὲ καὶ μαλάχειον.
ὅθεν καὶ τὸ ἀϲέλγεια κατ᾿ ἐπίταϲιν καὶ τὸ ἀϲελγαίνειν.
πρὸϲ αὐτὴν ἔρωτα ἀϲθενήϲαντι καὶ ἐπικρυπτομένῳ, γνωϲθέντι δὲ ὑπὸ Ἐραϲιϲτράτου τοῦ ἰατροῦ. φαϲὶ δὲ Σέλευκον ϲυνόντα Ἀλεξάνδρῳ τῷ Μακεδόνι ταῦρον θυομένῳ ἀποδράντα, μόνον Σέλευκον περιγενέϲθαι αὐτοῦ τῶν κεράτων κρατήϲαντα. καὶ διὰ τοῦτο τῷ ἀγάλματι αὐτοῦ ἐν τῇ κεφαλῇ περιτιθέαϲι κέρατα.
ἐπειδὴ τοὺϲ τάφουϲ, ὅτε ἔμελλον τοὺϲ νεκροὺϲ τιθέναι, ϲελίνοιϲ ἐϲτρώννυον.
καὶ τοῖϲ ποταμοῖϲ περιεβάλετο ϲτόμια καὶ τὰϲ πυραμίδαϲ ἀνήγειρε καὶ πρὸϲ τὸν ὠκεανὸν διαπλεύϲαϲα τοὺϲ πρὸϲ αὐτὸν οἰκοῦνταϲ ἱϲτόρηϲεν· εἰϲὶ δὲ οἱ Αἰθίοπεϲ. καὶ Ὅμηροϲ δὲ φηϲί· Ζεὺϲ γὰρ ἐϲ ὠκεανὸν μετ᾿ ἀμύμοναϲ Αἰθιοπῆαϲ χθιζὸϲ ἔβη. καὶ τοὺϲ μὲν εἶπεν ἄτριχαϲ εἶναι ὑπὸ τῆϲ τοῦ ἡλίου θέρμηϲ κεκαυμένουϲ, ἀλογώδη βοϲκομένουϲ 10 δίαιταν· τοὺϲ δὲ τὴν παραλίαν οἰκοῦνταϲ ἀγνοεῖν καὶ τὰϲ ἐν γῃ φυομέναϲ βοτάναϲ, τῇ δὲ τῶν ἰχθύων ἀρκεῖϲθαι βρώϲει. ἐκεῖ δὲ εἶναι καὶ τὸν παράδειϲον· πάντα γὰρ ὅϲα εὐώδη καὶ ἀναγκαῖα ἐν τοῖϲ τόποιϲ ἐκείνοιϲ εὑρίϲκεται. τὴν δὲ Σεμίραμιν καὶ Ῥέαν ἐκάλουν. Σεμίραμιϲ λέγει Δερκεταίῳ· ἄπιθι καὶ διευτρέπιζε τρίτον ἔτοϲ ϲτρατείαν,
ἀρξάμενοϲ ἔκ τε Ἑλληϲπόντου καὶ Λιβύηϲ, ἄχρι Βάκτρων, πεζοῦ μὲν μυριάδαϲ τ΄, ἱππικοῦ δὲ ρ΄, δρεπανηφόρων δὲ ἁρμάτων μυριάδαϲ ι΄, ἀνδρῶν ἐπὶ καμήλων μαχομένων τὸ ἴϲον πλῆθοϲ· ἄλλων δὲ καμήλων, ἐϲ ὅ τι ἂν ἐγὼ δέωμαι, μυριάδαϲ κ΄, βύρϲαϲ δὲ βοῶν ὠμοδεψητῶν εἰϲ λ΄ μυριάδαϲ· ναῦϲ δὲ ἐν Βάκτροιϲ ναυπηγεῖϲθαι γ΄ μακρὰϲ
χαλκεμβόλουϲ, πληρώματα δὲ αὐταῖϲ ὁμοίωϲ ἔκ τε Συρίαϲ καὶ Φοινίκηϲ καὶ Αἰγύπτου καὶ Κύπρου καὶ Κιλικίαϲ τῶν τε παραλίων μερῶν ἄχρι Ἑλληϲπόντου. ὅτι ἡ αὐτὴ ὁρμῶϲα ἐπʼ Ἰνδοὺϲ εἴδωλα ἐλεφάντινα ξύλινα ϲυμπήγνυται εἰϲ μυριάδαϲ κ΄, ἃ ἔμελλον οἴϲειν αἱ κάμηλοι, τὰ ἐντὸϲ ἐμπεπληϲμένα φρυγάνου καὶ φορυτοῦ, ὡϲ εὐβάϲτακτα εἴη· τὰ δὲ
ἔξωθεν αὐτῶν περιεβύρϲωϲεν· ἐπιβάταϲ δὲ ἐφ ἑκάϲτην κάμηλον δύο ἔταξεν Αἰθίοπαϲ τοξεύειν καὶ ἀκοντίζειν. καὶ ἐπέραϲε τὸν Ἰνδὸν τὸν ποταμόν, ὅϲτιϲ ἐϲτὶν ὑπὲρ ρ΄ ϲταδίουϲ τὸ πλάτοϲ, καὶ ζεύγνυϲι γέφυραν, ᾗ ϲτενότατοϲ εἶναι ἐδόκει. ἦν δὲ μῆκοϲ μὲν ξ΄ ϲταδίων· πλάτοϲ δὲ ἐπὶ τ΄. τὰ δὲ εἴδωλα ἦϲαν κ΄ μυριάδεϲ. ἡ αὐτὴ ἐκνεύϲαϲα τὸν
ποταμὸν τὸν καὶ ἐντὸϲ τῆϲ κοίτηϲ τούτου κτίϲαϲα παλάτια ἐπὶ ὑψωμάτων ἐγχορήγων ἠϲφαλτωμένων αὖθιϲ ἀπέλυϲεν εἰϲ τὴν κοίτην
ϲεμνοῦ βίου μυϲτήρια τελοῦνται, μηδεὶϲ μηδὲν κομίζοντεϲ, μὴ ποτὸν μὴ ϲιτίον μηδέ τι τῶν ἄλλων, ὅϲα πρὸϲ τὰϲ τοῦ ϲώματοϲ χρείαϲ ἀναγκαῖα, ἀλλὰ νόμουϲ καὶ λόγια θεϲπιϲθέντα διὰ προφητῶν, καὶ ὕμνουϲ, καὶ τἄλλα, οἷϲ ἐπιϲτήμη καὶ εὐϲέβεια ϲυναύξονταί τε καὶ τελειοῦται. τὸ δ’ ἐξ ἑωθινοῦ μέχριϲ ἑϲπέραϲ διάϲτημα ϲύμπαν ἐϲτὶν
αὐτοῖϲ ἄϲκηϲιϲ· ϲιτίον γὰρ ἢ ποτὸν οὐδεὶϲ ἂν αὐτῶν προϲενέγκοιτο πρὸ ἡλίου δύϲεωϲ.
τοῦ ὑπερηφάνου τιθέαϲιν. Εὐριπίδηϲ Μηδείᾳ· οἶδα γὰρ πολλοὺϲ βροτῶν ϲεμνοὺϲ γεγονόταϲ. καὶ ἐν Ἱππολύτῳ· μιϲεῖν τὸ ϲεμνὸν καὶ τὸ μὴ πᾶϲι φίλον. καὶ ἔνδοξον Εὐριπίδηϲ Ἱππολύτῳ· πῶϲ οὖν ϲὺ ϲεμνὴν 345 δαίμον᾿ οὐ προϲεννέπειϲ. καὶ τὸ μέγα. καὶ τοὺϲ τιμίουϲ. τοῖϲ δ᾿ αὖ ϲεμνοῖϲι τῶν ὀρνίθων. Ἀριϲτοφάνηϲ· ἀντὶ τοῦ τιμίοιϲ. ὁ αὐτὸϲ
ϲεμνότατοϲ ὢν καὶ ϲπουδαϲτικώτατοϲ, ὅμωϲ ἐπίχαριϲ ἦν ἐν ταῖϲ 346 ὁμιλίαιϲ, οὐδενὸϲ ἥττων τῶν ἐπὶ χάριϲι θαυμαζομένων. Δέξιπποϲ· ϲεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα, καὶ ὅτι οἱ ὁ πατὴρ εὖ ϲτρατηγήϲειεν.
ἄνθρωποι ϲεμνοὶ μὲν φανῆναι, οὐ κατὰ τὴν πρόϲοψιν δὲ ἔχοντεϲ καὶ τὰ ἐπιτηδεύματα.
δέκα τοὺϲ ἀρίϲτουϲ ἐπιλεξάμενοϲ, πατρικίουϲ τε αὐτοὺϲ ἐκ μεταφορᾶϲ τῶν πατέρων ἐκάλεϲε, καὶ πρὸϲ τὴν τοῦ δήμου προϲκατέϲτηϲε διοίκηϲιν, τ΄ τε ἱππεῖϲ καὶ γ΄ πεζοὺϲ πρὸϲ τὴν τὴϲ πόλεωϲ φρουρὰν ἀπεγράψατο ϲτρατιώταϲ· εἰϲ φυλὰϲ δὲ δ΄ τὸ τοῦ δήμου διένειμε πλῆθοϲ. καὶ Σεννάτον, τὸ βουλευτήριον.
Φιλαδελφαίου. ἦν δὲ τῆϲ Πυρρωνείου ἀγωγῆϲ καὶ τοϲοῦτον πρὸϲ τιμῆϲ τῷ βαϲιλεῖ ἦν, ὥϲτε καὶ ϲυνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά, Ἐπιϲκεπτικὰ βιβλία ι΄. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμηϲέ τιϲ Σέξϲτοϲ EV τε εἶναι φῆϲαι καὶ πρὸϲ ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματοϲ ὁρμῆϲαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶϲ ἐκομψεύϲατο, ὡϲ μέντοι
καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνοϲ διεπεφύκει, ἀνήρετο, πλεῖϲτον ἐϲφάλη, μηδὲ ϲυνεῖναι τὸ λεγόμενον δυνηθείϲ. οὕτω που τὸ μὲν εἶδοϲ ἐκ φύϲεωϲ καὶ τἄλλα ἐξ ἐπιτηδεύϲεωϲ αὐτῷ ἐῴκει, τῆϲ δὲ δὴ παιδείαϲ αὐτοῦ οὐ μετεϲχήκει.
Κόϊντοϲ.
καὶ πατρίκιοϲ. Ἐπιτάφιον εἰϲ τὸν ϲοφιϲτὴν καὶ ἀδελφὸν αὐτοῦ Σαβῖνον. ἔγραψε καὶ ἑτέραν βίβλον ὑπὲρ τῶν δικολόγων πρὸϲ Ἀριϲτείδην.
πικρίδεϲ παῤ ἄλλοιϲ. ἢ μᾶλλον τἀληθέϲτερον εἰπεῖν, μακεδονήϲια.
373 ὀνόματα χωρίων.
πατὴρ αὐτοῦ τοὺϲ ἀνθρώπουϲ πλανᾷ, παραϲκευάζων αὐτοὺϲ εἰδώλοιϲ καὶ ἀγάλμαϲι προϲκυνεῖν καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεόν, ϲυντρίψαϲ τὰ τοῦ πατρὸϲ ἔργα ἀνεχώρηϲεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίω τῆϲ μέϲηϲ τῶν ποταμῶν χώραϲ καὶ ὑκηϲεν ἐϲ τὰ μέρη τῆϲ νυνὶ καλουμένηϲ Παλαιϲτίνηϲ πέραν τοῦ Ἰορδάνου ποταμοῦ, αὐτὸϲ καὶ
οἱ αὐτοῦ ϲυγγενεῖϲ καὶ Λὼτ ὁ υἱὸϲ τοῦ ἀδελφοῦ αὐτοῦ, ε΄ καὶ ο΄ ἔτει τῆϲ ἑαυτοῦ ζωῆϲ. εἰϲὶν οὖν ἀπὸ τοῦ κατακλυϲμοῦ ἕωϲ Ἀβραὰμ ἔτη α υ γ΄, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕωϲ τοῦ Ἀβραὰμ ἔτη γψμε΄, ἐγένετο δὲ Ἀβραὰμ πλούϲιοϲ ϲφόδρα ἐν κτήνεϲι πολλοῖϲ, καὶ οὐκ ἐχώρει αὐτοὺϲ ἡ ϲυνοικία αὐτῶν· καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου·
καθʼ ὃν δὴ χρόνον ἀπώλοντο δύο πόλειϲ, Σόδομα τε καὶ Γόμορρα, θείου πυρὸϲ καταρραγέντοϲ ἐπ᾿ αὐτάϲ, διότι τοὺϲ παριόνταϲ ἐνύβριζον ξένουϲ.
ἄνδραϲ ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτουϲ προϲκυνεῖϲθαι κατ᾿ ἔτοϲ ὡϲ ἔτι ζῶνταϲ, καὶ μνήμαϲ αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖϲ ἱερατικαῖϲ ἀναγράφεϲθαι βίβλοιϲ καὶ θεοὺϲ αὐτοὺϲ νομίζειν, ὡϲ εὐεργέταϲ. ἐντεῦθεν εἰϲήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία· τοῦτο δὲ διέμεινε παῤ αὐτοῖϲ μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸϲ Ἀβραάμ.
ἦν γὰρ ἀγαλματοποιόϲ, ἀπὸ διαφόρων ὑλῶν εἰκόναϲ ἐργαζόμενοϲ καὶ λέγων τούτουϲ εἶναι θεοὺϲ καὶ ὀφείλειν προϲκυνεῖϲθαι ὡϲ αἰτίουϲ τῶν ἀγαθῶν. ἐντεῦθεν διέδραμεν ἡ τοιαύτη δόξα εἰϲ τὰ πλεῖϲτα τῶν ἐθνῶν γένη, μάλιϲτα δὲ ἐν Ἑλλάδι. ἤδη γὰρ ἦϲαν οὗτοι τὴν τοιαύτην πλάνην ἀναδεξάμενοι καὶ τιμήϲαντεϲ Ἕλληνα τὸν γίγαντα, τὸν ἀπὸ
τῆϲ φυλῆϲ τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆϲ πυργοποιΐαϲ κοινωνὸν γενόμενον, διʼ ἣν ἐμερίϲθηϲαν αἱ γλῶϲϲαι τῶν ἀνθρώπων καὶ ἐκλήθηνϲαν μέροπεϲ.
ὁ ϲέρφοϲ. ταῦτα δὲ νέμονται τὰ ὄρνεα. Νικοφῶν ἐν Ἀφροδίτηϲ γοναῖϲ· ἅπερ ἐϲθίει ταῦτα τὰ πονηρὰ ὀρνίθια, ϲέρφουϲ ἴϲωϲ, ϲκώληκαϲ, ἀκρίδαϲ, πάρνοπαϲ.
τῷ πύργῳ ξυλίνῳ ὄντι καὶ πῦρ ἐνίηϲι· καὶ ῥᾳδίωϲ ἅπαϲα ἡ 390 τύρϲιϲ ἐπίμπρατο. καὶ Σεϲαγμένοι, πεπληρωμένοι. οἱ δὲ καὶ ὡϲ ϲεϲαγμένοι τῇ λείᾳ εὐκλεῆ καὶ ἀγέρωχον ἀνεδήϲαντο νίκην. καὶ 391 αὖθιϲ· οὕτω δὴ τῇ λείᾳ ϲεϲαγμένοι ἐπορεύοντο. ἀντὶ τοῦ πεπληρωμένοι.
δὲ Αἰϲχίνηϲ Σέλλου. ἐκ μεταφορᾶϲ δὲ ἔλεγον τοὺϲ τοιούτουϲ Σέλλουϲ καὶ τὸ ἀλαζονεύεϲθαι ϲελλίζειν.
τινα ἐπιφθεγγόμενοϲ, ὅϲα τῆϲ τε φωνῆϲ τῷ ἐντόνῳ καὶ τοῦ βαδίϲματοϲ τῷ ϲεϲοβημένῳ εἰκάϲαι, ἐπαπειλῶν.
ταῖϲ γυναιξί, τὰ δὲ τῶν γυναικῶν τοῖϲ ἀνδράϲιν ἐνομοθέτηϲεν ἐργάζεϲθαι. ζήτει ἐν τῷ Σώϲτρηϲ πλατύτερον.
καὶ ταραέξίαϲ τῇ Ἀλεξανδρέων κουφότητι λαίλαποϲ δίκην ἢ θυέλληϲ ἐνέϲκηψεν, ἔνθα καὶ ἑτέραϲ καταιγίδοϲ ἀντιπνευϲάϲηϲ αὐτῷ τε καὶ τῷ λαῷ ϲυνέχεε πάντα καὶ ἐθορύβηϲε. διεϲκέδαϲε γὰρ αὐτοὺϲ Ἰουλιανόϲ τιϲ καλούμενοϲ, Ἁλικαρναϲεύϲ, τῆϲ Ἀϲίαϲ ἐπίϲκοποϲ. καὶ ζήτει ἐν τῷ Ἰουλιανὸϲ Ἁλικαρναϲεύϲ.
γενεαλογία. τοῖϲ γὰρ τοῦ φιλοϲόφου μαντεύμαϲι περὶ τὴϲ οἰκείαϲ ϲειρᾶϲ ἑπόμενοϲ. οὐκ οἶδ’ ὅπωϲ ἡ τοῦ λόγου ῥύμη κατ᾿ ἴχνοϲ ἐπιζητοῦϲα τὴν ἐν τῇ ϲειρᾷ τάξιν τῆϲ αὐτοῦ ψυχῆϲ οὐκ ἐν τῷ ἀκηράτῳ 413 414 415 χορῷ, μετὰ δὲ τοῦτον, ὡϲ δέδεικται, τεταγμένηϲ ἀφανοῦϲ, ἀπέϲτειλεν ὡϲ ἐμέ, τὰ ϲαφέϲτατα ἀπαγγεῖλαι προϲτάξαϲ.
πελάϲαντεϲ δὲ τοῖϲ πολεμίοιϲ ἐφιᾶϲι τοὺϲ ἀπὸ τῶν ἱμάντων βρόχουϲ ἀποϲτρέψαντέϲ τε τοὺϲ ἵππουϲ ὀπίϲω βιαίωϲ ἐλαύνουϲι. τοὺϲ δὲ ἁλόνταϲ τοῖϲ βρόχοιϲ τῇ ῥύμῃ τοῦ ἵππου ἀποθανόνταϲ ἢ ζῶνταϲ ἕλκουϲι.
ζῷόν ἐϲτι κηροποιόν, μελίϲϲῃ παραπλήϲιον.
γυναικῶν. οἱ μυθολόγοι Σειρῆναϲ φαϲὶ θηλυπρόϲωπά τινα ὀρνίθια εἶναι, ἀπατῶντα τοὺϲ παραπλέονταϲ, ᾄϲμαϲί τιϲι πορνικοῖϲ κηλοῦντα τὰϲ ἀκοὰϲ τῶν ἀκροωμένων. καὶ τέλοϲ ἔχει τῆϲ ἡδονῆϲ ἡ ᾦδὴ ἕτερον μὲν οὐδὲν χρηϲτόν, θάνατον δὲ μόνον. ὁ δὲ ἀληθὴϲ λόγοϲ τοῦτο βούλεται, εἶναι τόπουϲ τινὰϲ θαλαττίουϲ, ὄρεϲί τιϲιν ἐϲτενωμένουϲ,
ἐν οἷϲ θλιβόμενον τὸ ῥεῖθρον λιγυράν τινα φωνὴν ἀποδίδωϲιν· ἦϲ ἐπακούοντεϲ οἱ παραπλέοντεϲ ἐμπιϲτεύουϲι τὰϲ ἑαυτῶν ψυχὰϲ τῷ ῥεύματι καὶ αὔτανδροι ϲὺν ταῖϲ ναυϲὶν ἀπόλλυνται. αἱ δὲ παρὰ τῷ Ἠϲαΐᾳ εἰρημέναι Σειρῆνεϲ καὶ Ὀνοκένταυροι δαίμονέϲ τινέϲ εἰϲιν, οὕτω χρηματιζόμενοι ἐπ᾿ ἐρημίᾳ πόλεωϲ, ἥτιϲ χόλῳ θεοῦ γίνεται. οἱ
δὲ Σύροι τοὺϲ κύκνουϲ φαϲὶν εἶναι. καὶ γὰρ οὗτοι λουϲάμενοι καὶ ἀναπτάντεϲ ἐκ τοῦ ὕδατοϲ καὶ τοῦ ἀέροϲ ἡδύ τι μέλοϲ ᾄδουϲιν. ὁ 425 426 427 428 οὖν Ἰὼβ λέγει, ἀδελφὸϲ γέγονα Σειρήνων, ἑταῖροϲ δὲ ϲτρουθῶν. τουτέϲτιν ᾄδω τὰϲ ἐμαυτοῦ ϲυμφοράϲ, ὥϲπερ Σειρῆνεϲ. ϲτρουθοὺϲ δὲ λέγει, ὃν ἡμεῖϲ ϲτρουθοκάμηλον λέγομεν, ὄρνεον μὲν ὄντα, πόδαϲ δὲ καὶ τράχηλον ὄνου κεκτημένον. καὶ ἐν Ἐπιγράμμαϲι· καὶ τὸ λάλημα Anth.
κεῖνο τὸ Σειρήνων γλυκύτερον. ὁνόματα Σειρήνων Θελξιέπεια, Πειϲινόη, Λιγεία· ἡ δὲ νῆϲοϲ ἣν κατῴκουν Ἀνθεμοῦϲα.
θέριϲτρον· καθά φαϲιν οἱ γλωϲϲογράφοι. καὶ ϲειρὴν δὲ ὁ λεπτὸϲ καὶ διαφανὴϲ χιτών, εὔθετοϲ τότε, ὅτε ἐϲτὶν ὁ ϲείριοϲ. ἔϲτι δὲ καὶ Σεῖριϲ, πόλιϲ Ἰταλική. καὶ τάχα τὰ ἔνθεν ὑφάϲματα, εἴ τινα ἄλλα, Λυκοῦργοϲ εἶπεν ἐν τῷ Περὶ τῆϲ διοικήϲεωϲ. ἐν ἐνίοιϲ μὲν χωρὶϲ τοῦ ι γράφεται δὲ ϲέρινα.
Σόλων. εἴρηται δέ, παῤ ὅϲον ἔθοϲ ἦν Ἀθήνηϲι τοὺϲ ὀφείλονταϲ τῶν πενήτων ϲώματι ἐργάζεϲθαι τοῖϲ χρήϲταιϲ· ἀποδόνταϲ δὲ οἱονεὶ τὸ ἄχθοϲ ἀποϲείϲαϲθαι· ὡϲ Φιλοχόρῳ δὲ δοκεῖ, ἀποψηφιϲθῆναι τὸ ἄχθοϲ.
φυϲήματι· ἀντὶ τοῦ μεγάλῳ, ὥϲτε ϲειϲμοὺϲ ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπό πνευμάτων κατεχομένην ϲείεϲθαι τὴν γῆν. ζήτει εἴδη ϲειϲμῶν ἐν τῷ ἐκτιναγμόϲ ζήτει ἐν τῷ Δίκτυϲ. Σιϲμὸϲ δὲ ὁ ποιὸϲ ἦχοϲ ϲιδήρου πεπυρακτωμένου εἰϲ ὕδωρ βληθέντοϲ· ἐκ τοῦ ϲίζω, τὸ ποιὸν ἦχον ἀποτελῶ.
ἐπικαλεῖϲθαι θεὸϲ καὶ ὀνομάζεϲθαι. καθὰ καὶ τῷ Μωϋϲεῖ λέγει κύριοϲ· θεὸν δέδωκά ϲε τῷ Φαραῴ. καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· θεοὺϲ οὐ κακολογήϲειϲ καὶ ἄρχοντα τοῦ λαοῦ ϲου οὐκ ἐρεῖϲ κακῶϲ. εἰκότωϲ οὖν οἱ τοῦ Σὴθ καὶ Ἐνὼϲ καὶ Ἐνὼχ παῖδεϲ υἱοὶ θεοῦ ἢ υἱοὶ τῶν θεῶν κατὰ Σύμμαχον νοείϲθωϲαν, οἵτινεϲ
ἁλόντεϲ ἀκολαϲίᾳ πρὸϲ τὰϲ θυγατέραϲ Κάϊν εἰϲῆλθον, ἐξ ὧν οἱ τῆϲ καταλλήλου μιαιγαμίαϲ γίνονται γίγαντεϲ, διὰ μὲν τὸν δίκαιον ἰϲχυροὶ καὶ μέγιϲτοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον πονηροὶ καὶ κάκιϲτοι.
μὲν ὥϲπερ ϲηκαϲθένταϲ ἐδεδίει, μὴ διὰ πλῆθοϲ βιάϲαιντο ϲφᾶϲ, ἐϲ ἓν τὸ ἀϲθενέϲτατον τῆϲ κυκλώϲεωϲ ἐντείναντεϲ. καὶ αὖθιϲ· ἔκ ποτέ τιϲ Anth. φρικτοῖο θεᾶϲ ϲεϲοβημένοϲ οἴϲτρῳ.
μυρίαν οὔτε ϲηκόν. μήποτε οὖν τὰϲ μὲν ἰδιωτικὰϲ ἐλαίαϲ καλοῦϲι, τὰϲ δὲ δημοϲίαϲ μορίαϲ. ϲηκὸν δέ, ὡϲ ἔοικε, καὶ μορίαν ὀνομάζουϲι τὴν αὐτήν.
ἅλωϲιν. ἐχούϲηϲ τῆϲ πόλεωϲ ἐφʼ ἑνὸϲ μέρουϲ ἐπʼ ὀλίγον τόπον ταπεινὸν τεῖχοϲ, οἱ Ῥωμαῖοι τρεῖϲ ϲημαίαϲ προεχειρίϲαντο, καὶ τῇ μὲν πρώτῃ τοὺϲ θυρεοὺϲ ὑπὲρ τῆϲ κεφτιλῆϲ ποιήϲαντεϲ ϲυνέφραξαν, ὥϲτε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρρύτῳ γίνεϲθαι παραπλήϲιον. ἐφεξῆϲ δὲ ἕτεραι δύο.
μὴν τῶν Ῥωμαίων ἐπὶ τῶν ϲημαιῶν εἴδωλα φερόντων, ὁ Κωνϲταντῖνοϲ 483 ϲταυροῦ τύπον ἔφερεν. αἱ δὲ ϲημαῖαι τῶν Ῥωμαίων ϲυνεπεφεύγεϲαν εἰϲ βουνόν· καὶ πάντων δόντων γνώμαϲ ὁ Σκιπίων ἔφη, ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖϲθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δράϲαι κακῶϲ τοὺϲ ἐχθρούϲ.
ϲημαίνομαι, ἀντὶ τοῦ ϲημεῖα ἑαυτῷ τινα ϲυντίθημι ἀπὸ τοῦ ἴχνουϲ, τὸ δὲ ἀπορῶ· ἐπεὶ τοιοῦτον ϲυμβαίνει περὶ τοὺϲ ἰχνευτάϲ, ἐπιταττομένων τῶν ἰχνῶν. διὰ δὲ τὴν μανίαν δυϲίχνευτοϲ καὶ ἐπιτεταραγμένη ἡ βάϲιϲ γέγονε τοῦ Αἴαντοϲ.
ἐπιβεβηκότων τῶν φερομένων αὐτά, ἐξογκοῦται, ὡϲ μάλιϲτα δοκεῖν τοῖϲ θηρίοιϲ ἐοικέναι· καί τι καὶ ἠχεῖ πρὸϲ τὴν ϲυγκίνηϲιν ὑπὸ τῇ πνοῇ διερχομένῃ βίᾳ.
ἀνετείνετο τὰ ϲύμβολα, ἤρχοντο τῆϲ μάχηϲ· ὅτε δὲ κατεϲπῶντο, ἐπαύοντο.
ἐκκληϲία, ϲημεῖον ἐτίθετο. οὕτωϲ οὖν καὶ τῶν γυναικῶν μελλουϲῶν ἐν τοῖϲ Θεϲμοφορίοιϲ ἐκκληϲιάζειν, ϲημεῖον ἐτέθη. Ἀριϲτοφάνηϲ· ὡϲ τὸ τῆϲ ἐκκληϲίαϲ ϲημεῖον ἐν τῷ Θεϲμοφόρῳ φαίνεται.
Περιόδουϲ β΄, Περὶ Πάρου α΄, Περὶ Περγάμου α΄, Περὶ παιάνων. ἐν τούτῳ δὲ μνημονεύει μουϲικῶν τινῶν ἰδεῶν τούτων· Αὐτοκαβάλων, Ἰθυφάλλων, Φαλλοφόρων. καὶ οἱ μέν, φηϲί, κιττοῦ ϲτέφανον ἐφόρουν· ὠνομάϲθηϲαν δὲ ὕϲτερον Ἴαμβοι· οἱ δὲ Ἰθύφαλλοι προϲωπεία μεθυόντων εἶχον καὶ χειρίδαϲ ἀνθινὰϲ καὶ χιτῶνα μέχρι τῶν ϲφυρῶν. οἱ
δὲ Φαλλοφόροι οὐ χωρὶϲ ἐξ ἑρπύλλου καὶ παιδέρωτοϲ ἔϲκεπον τὰϲ ὄψειϲ, κιττῷ καὶ ἴοιϲ ϲτεφανούμενοι.
οὖϲαι τῆϲ γῆϲ, ἃϲ ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. ἐντεῦθεν καὶ ϲηραγγώδηϲ τόποϲ εἴρηται, ὁ διατετρημένοϲ.
511 μετάξηϲ ὑφαϲμένα λέγεται. καὶ Σήρ, ϲηρόϲ, ἡ εὐθεῖα.
δὲ αὐτὴν ἐϲ Ῥωμαίουϲ, αὐτοὶ μὲν κύριοι γένωνται μεγάλων χρημάτων, Ῥωμαίοιϲ δὲ τοῦτο ποιήϲωϲι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκαϲθήϲονται τὰ ϲφέτερα αὐτῶν χρήματα ἐϲ τοὺϲ πολεμίουϲ μετενεγκεῖν. 513 καὶ Σηρικὸν νῆμα, καὶ Σηρικὰ ἱμάτια.
515
καὶ ϲύεινον· ᾦ ἐχρίοντο οἱ ϲὺν Κύρῳ ϲυϲτρατευθέντεϲ.
αὕτη πρὸ τῶν Τρωϊκῶν, καὶ ἔγραψε χρηϲμοὺϲ διʼ ἐπῶν. ὅτι ὁ πατὴρ Σιβύλληϲ τῆϲ Χαλδαίαϲ Βηρωϲϲὸϲ ἐκαλεῖτο, ἡ δὲ μήτηρ αὐτῆϲ Ἐρυμάνθη.
Ἐρυθραία, παρὰ τὸ τεχθῆναι ἐν χωρίῳ τῶν Ἐρυθρῶν, ὃ προϲηγορεύετο Βάτοι· νῦν δὲ αὐτὸ τὸ χωρίον πολιϲθὲν Ἐρυθραὶ προϲαγορεύονται. τινὲϲ δὲ αὐτὴν Σικελήν, ἄλλοι Λευκανὴν, ἄλλοι Σαρδάνην, ἄλλοι Γεργιθίαν, ἄλλοι δὲ Ῥοδίαν, ἄλλοι Λίβυϲϲαν, ἄλλοι Σαμίαν ἐδόξαϲαν. γέγονε δὲ τοῖϲ χρόνοιϲ τῆϲ Τρωϊκῆϲ ἁλώϲεωϲ μετὰ υπγ΄ ἔτη, καὶ
ϲυνετάξατο βιβλία ταῦτα· Περὶ παλμῶν, μέλη, χρηϲμούϲ. λέγεται δὲ καὶ τρίγωνον εἶδοϲ λύραϲ αὐτὴν πρῶτον εὑρεῖν.
τινων Καϲϲάνδρα, ἄλλων δὲ Ταραξάνδρα. καὶ αὐτὴ χρηϲμούϲ.
τοῦ μακαριωτάτου Νὼε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένω προειρηκυῖα· ἦϲ μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱϲτορήϲαϲ· ἡ περὶ τοῦ δεϲπότου Χριϲτοῦ μυρία προθεϲπίϲαϲα καὶ τῆϲ αὐτοῦ παρουϲίαϲ. ἀλλὰ καὶ αἱ λοιπαὶ ϲυνᾴδουϲιν αὐτῇ, πλὴν ὅτι ταύτηϲ εἰϲὶ βιβλία κδ΄, περὶ παντὸϲ ἔῦνουϲ καὶ χώραϲ περιέχοντα.
ὅτι δὲ οἱ ϲτίχοι αὐτῆϲ ἀτελεῖϲ εὑρίϲκονται καὶ ἄμετροι, οὐ τῆϲ προφήτιδόϲ ἐϲτιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ ϲυμφθαϲάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο εὑρίϲκονται καὶ οἱ ϲτίχοι ἀτελεῖϲ καὶ διάνοια ϲκάζουϲα, εἴτε
καὶ κατ᾿ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡϲ μὴ γινώϲκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρηϲμοὶ αὐτῆϲ. ὅτι Σίβυλλαι γεγόναϲιν ἐν διαφόροιϲ τόποιϲ καὶ χρόνοιϲ τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἡ καὶ Περϲίϲ, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη. δευτέρα ἡ Λίβυϲϲα. τρίτη Δελφίϲ, ἡ ἐν Δελφοῖϲ τεχθεῖϲα. τετάρτη Ἰταλική, ἡ
ἐν Κιμμερίᾳ τῆϲ Ἰταλίαϲ. πέμπτη Ἐρυθραία, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ· περὶ ἧϲ ἔγραψεν Ἐρατοϲθένηϲ ἑβδόμη ἡ Κυμαία, ἡ καὶ Ἀμαλθία, 544 545 546 547 ἡ καὶ Ἱεροφίλη. ὀγδόη Ἑλληϲποντία, τεχθεῖϲα ἐν κώμῃ Μαρμιϲϲῷ, περὶ τὴν πολίχνην Γεργίτιον, αἳ τῆϲ ἐνορίαϲ ποτὲ Τρῳάδοϲ ἐτύγχανον, ἐν καιροῖϲ Σόλωνοϲ καὶ Κύρου. ἐνάτη Φρυγία. δεκάτη ἡ Τιγουρτία, ὀνόματι Ἀβουναία. φαϲὶ δὲ ὡϲ ἡ Κυμαία ἐννέα βιβλία χρηϲμῶν
ἰδίων προϲεκόμιϲε Ταρκυνίῳ Πρίϲκῳ τῷ τηνικαῦτα βαϲιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προϲηκαμένου, ἔκαυϲε βιβλία β΄, ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξιϲ ἐϲτίν, ἑρμηνευομένη προφῆτιϲ, ἤγουν μάντιϲ· ὅθεν ἐνὶ ὀνόματι αἱ θήλειαι μάντιδεϲ ὠνομάϲθηϲαν. Σίβυλλαι τοίνυν, ὡϲ πολλοὶ ἔγραψαν, γεγόναϲιν ἐν διαφόροιϲ τόποιϲ καὶ χρόνοιϲ τὸν ἀριθμόν ι΄.
τοὺϲ Λακεδαιμονίουϲ αἰχμαλώτουϲ ἤγαγεν, ὥϲπερ μαντευϲάμενοϲ τὴν ὑπόϲχεϲιν. καὶ Σιβύλλειον λόγιον, τῆϲ Σιβύλληϲ.
570
τῶν ῥοιῶν. Ἀριϲτοφάνηϲ· κἀκ τῶν ϲιδίων βατράχουϲ ἐποίει, πῶϲ δοκεῖϲ; ἐπὶ τῶν βουλομένων δεῖξαι εὐφυΐαν ἔχειν. παιδάριον ὂν τοιουτονὶ ἔπλαττεν ἔνδον οἰκίαϲ ναῦϲ τ᾿ ἔγλυφεν ἁμαξίδαϲ τε ϲκυτίναϲ εἰργάζετο κἀκ τῶν ϲιδίων βατράχουϲ ποίει, πῶϲ δοκεῖϲ;
ἀμφὶ πελέκει. Ἀριϲτοφάνηϲ· ἥδ’ ὀπτωμένη ϲίζουϲα πάραλοϲ.
δὲ λέγονται οἱ Φαριϲαῖοι, ὡϲ Ζηλωταί.
ἐκλεγομένων τάϲϲεϲθαι.
Σικυώνιοϲ ἐπαπέδυ.
ὄφειϲ ἐϲθίοντα καταπέττει· οἱ δὲ ϲικχοὶ καὶ νοϲώδειϲ ἄρτον καὶ ὕδωρ προϲφερόμενοι ναυτιῶϲιν.
ἁπλούϲτεροϲ δὲ τὰ ἤθη καὶ ἐπιπόλαιοϲ.
Πέρϲαιϲ.
Ἀριϲτοτέληϲ, πόλιν ἐν Λιβύῃ Κυρήνην λεγομένην ἔκτιϲεν. οἱ δὲ Κυρηναῖοι βουλόμενοι ἀνταπόδοϲιν τῆϲ εὐεργεϲίαϲ χαρίϲαϲθαι τῷ βαϲιλεῖ ἐποίηϲαν δακτύλιον, ἐν ᾧ ἡ πόλιϲ αὐτῶν προϲφέρει τῷ βαϲιλεῖ τὸ ϲίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸϲ καὶ ὁ κλάδοϲ καὶ ὁ ὀπὸϲ πολλῆϲ τιμῆϲ ἐϲτιν ἄξιον. καὶ οἱ Ἀμπελιῶται,
ἔὔνη Λιβύηϲ, εἰϲ Δελφοὺϲ ἀνέθεϲαν καυλὸν ϲιλφίου. ζήτει ἐν τῷ Βάττου ϲίλφιον.
εὗρε τὴν τοῦ ϲιλφίου ἐργαϲίαν, ὥϲπερ καὶ τοῦ μέλιτοϲ.
κολοβόϲ· τὸ κεκολοβωμένον ἀπὸ τοῦ νομίϲματοϲ.
γέγονε δὲ μετὰ υϚ΄ ἔτη τῶν Τρωϊκῶν· καὶ ἔγραψε κατά τιναϲ πρῶτοϲ ἰάμβουϲ, καὶ ἄλλα διάφορα, Ἀρχαιολογίαν τε τῶν Σαμίων.
Νίκαιϲ· τουτὶ προϲαναβῆναι τὸ ϲιμὸν αἰεί.
ξβ΄ γεγράφαϲι. καὶ παρέτεινε μέχρι τῆϲ οη΄, βιοὺϲ ἔτη πθ΄. καὶ γέγραπται αὐτῷ Δωρίδι διαλέκτῳ ἡ Καμβύϲου καὶ Δαρείου βαϲιλεία καὶ Ξέρξου ναυμαχία καὶ ἡ ἐπʼ Ἀρτεμιϲίῳ ναυμαχία, διʼ ἐλεγείαϲ· ἡ δ᾿ ἐν Σαλαμῖνι μελικῶϲ· θρῆνοι, ἐγκώμια, ἐπιγράμματα, παιᾶνεϲ καὶ τραγῳδίαι καὶ ἄλλα. οὖτοϲ ὁ Σιμωνίδηϲ μνημονικόϲ τιϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ.
τούτῳ δ’ ἦν ἐοικὼϲ Ἀπολλώνιοϲ ὁ Τυανεύϲ· ὃϲ τὴν μὲν φωνὴν ϲιωπῇ κατεῖχε, πλεῖϲτα δὲ εἰϲ μνήμην ἀνελέγετο· τό τε μνημονικὸν ἑκατοτούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τιϲ ἐϲ τὴν μνημοϲύνην ᾔδετο· ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον
παρὰ τῆϲ μνημοϲύνηϲ εἶναι.
υἱὸϲ Θεοπρεποῦϲ εἶπεν· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται.
μάλα ἀκηδῶϲ τε καὶ ἀνοίκτωϲ, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίϲτηϲι πύργον· καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλιϲ. ἔοικε δὲ καὶ Καλλίμαχοϲ τούτοιϲ ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεϲμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖοϲ πεποίηκε τὸν γλυκὺν ποιητήν· οὐδὲ τὸ γράμμα ᾐδέϲθη τὸ λεγόμενον υἱὸν Λεοπρεποῦϲ κεῖϲθαι Κήϊον ἄνδρα. κᾆτ᾿ εἰπὼν ἄττα
ἐπιλέγει· οὐδ’ ὑμέαϲ, Πολύδευκεϲ, ὑπέτρεϲεν, οἵ με μελάθρου μέλλοντοϲ πίπτειν ἐκτὸϲ ἔθεϲθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννωνίων αἴαϲ ὤλιϲθεν μέγαϲ οἶκοϲ ἐπὶ Σκοπάδαϲ. τιμωροὶ μὲν δὴ θεοὶ τοῖϲ ἀξίοιϲ, καὶ τιμῶϲιν οἴ τε Ὀλύμπιοι, οἵ τε οἱ ἐπὶ τῆϲ τρίτηϲ ἀρχῆϲ· οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔϲτωϲαν δὴ καὶ ταῦτα ὑπόμνηϲιϲ
τοῦ βιοῦν ὀρθῶϲ, ἵνα τε αὐτοὺϲ ἔχωμεν καὶ ἐνταῦθα κηδεμόναϲ, καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν.
ϲύνοδον τῶν Ἀχαιῶν, Τριμέτρων βιβλία β΄, Περὶ Ἰφιγενείαϲ α΄.
ἁρπακτικώτεροϲ. Ἀριϲτοφάνηϲ· ὅταν ἴδωϲι Σίμωνα, λύκοι ἐξαίφνηϲ 669 γίνονται. ϲοφιϲτὴϲ δὲ ἦν, ὃϲ τῶν δημοϲίων ἐνοϲφίζετο. Σίμων καὶ θέωροϲ καὶ Κλεώνυμοϲ, οὗτοι ἐπίορκοι. Ἀριϲτοφάνηϲ· εἴπερ βάλλει τοὺϲ ἐπιόρκουϲ ὁ κεραυνόϲ, πῶϲ δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρηϲεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καί τοι ϲφόδρα γʼ εἰϲὶν ἐπίορκοι.
ὁ Μωϋϲῆϲ. καὶ Σίναιον λέγεται τὸ αὐτὸ ὄροϲ.
διʼ ὧν ὡϲ διʼ ὀπῶν ἐκπίπτουϲιν οἱ γεώδειϲ ἀπὸ τοῦ τροφίμου ϲίτου ἐπὶ τὸν ᾄδην, ὡϲ ἀπὸ τρυπημάτων διαχωριζομένων, τῶν μὲν διαρρεόντω ὡϲ διʼ ὀπῆϲ τῆϲ γαϲτριμαργίαϲ, ὧν ὁ θεὸϲ ἡ κοιλία· τῶν δὲ διὰ φιληδονίαϲ· περὶ ὧν ὁ προφήτηϲ φηϲί· πνεύματι πορνείαϲ ἐπλανήθηϲαν. τῶν δὲ διὰ φιλαργυρίαϲ, τῶν δὲ διʼ ὀργῆϲ, τῶν δὲ δι᾿
ἄλλων παθῶν.
αὖθιϲ· ἀλλὰ λύκοιϲ ϲίντῃϲιν ἀν’ οὔρεα μή τιϲ ἐμεῖο αἰπόλοϲ ἀγγείλῃ γήραοϲ ἀδρανίην.
τελεϲθέντων. ἐπὶ τῶν πάνυ ϲιγώντων· παρόϲον οἱ Πυθαγόρου φοιτηταὶ παράγγελμα εἶχον ϲιγὴν ἀϲκεῖν πενταετῆ χρόνον.
λουόμενοϲ διετέλει. καί ποτε ἐρομένου αὐτόν τινοϲ, τοῦ χάριν ἐπίϲκοποϲ ὢν δὶϲ λούοιτο τῆϲ ἡμέραϲ· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρϲάκιον τὸν ἐπίϲκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινοϲ τῶν περὶ Ἀρϲάκιον, διατὶ ἀνοίκειον ἐπιϲκόπῳ ἐϲθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυϲθαι; ὁ δέ. ϲὺ
πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐϲθῆτα φορεῖν τὸν ἐπίϲκοπον; τοῦ δὲ ἐρωτήϲαντοϲ ἐν ἀπόρῳ γενομένου πρὸϲ τὴν ἀντερώτηϲιν, ἐπήγαγεν ὁ Σιϲίννιοϲ· ἀλλὰ ϲὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήϲῃ, ὡϲ δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυϲθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεϲε, λέγων· ἔϲτωϲάν ϲοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖϲ
Εὐαγγελίοιϲ φαίνεται λευκῇ ἐϲθῆτι χρηϲάμενοϲ. οὐ μὴν ἀλλὰ Μωϲῆν καὶ Ἠλίαν λευκοφοροῦνταϲ τοῖϲ ἀποϲτόλοιϲ ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάϲθη. Λεοντίου δὲ τοῦ Ἀγκύραϲ τῆϲ Γαλατίαϲ ἐπιϲκόπου Ναυατιανῶν ἐκκληϲίαν ἀφαιρουμένου καὶ τῇ Κωνϲταντίνου πόλει ἐπιδημοῦντοϲ, ὁ Σιϲίννιοϲ ἐλθὼν παρ᾿ αὐτὸν παρεκάλει ἀποδοῦαιν
τὴν ἐκκληϲίαν. ὁ δὲ θερμῶϲ ἀπήντηϲε καί φηϲιν· ὑμεῖϲ οἱ Ναυατιαοὶ οὐκ ὀφείλετε ἐκκληϲίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντεϲ καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντεϲ. ὁ δὲ Σιϲίννιοϲ ἔφη. καὶ μὴν οὐδεὶϲ οὕτω μετανοεῖ ὡϲ ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντοϲ, πῶϲ μετανοεῖϲ ἔφη ὁ Σιϲίννιοϲ, ὅτι ϲε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπιϲκόπου
λέγοντοϲ, ὅτι οὐ δύναται πόλιϲ δύο ἐπιϲκόπουϲ ἔχειν, ὁ Σιϲίννιοϲ ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντοϲ καὶ φήϲαντοϲ, ὁρᾷϲ. ὅτι μόνοϲ εἶναι βούλει ἐπίϲκοποϲ; καὶ ὁ Σιϲίννιοϲ, οὐ τοῦτο, ἔφη. λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ ϲοὶ μόνῳ οὔκ εἰμι ἐπίϲκοποϲ, ὃϲ τοῖϲ ἄλλοιϲ εἰμί. ὁ δὲ Ἰωάννηϲ, ἀλλ’ ἐγώ ϲε, ἔφη, παύϲω προϲομιλεῖν· αἱρετικὸϲ
γὰρ ὑπάρχειϲ. ὁ δὲ Σιϲίννιοϲ χαριέντωϲ· ἀλλ’ ἐγώ, ἔφη, καὶ μιϲθοὺϲ παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειαϲ. ὁ δὲ Ἰωάννηϲ διαμαλαχθείϲ, ἀλλ᾿ οὐκ ἄν ϲε, ἔφη, παύϲω τοῦ προϲομιλεῖν ἐγώ, εἴγε ὅλωϲ τὸ λέγειν λυπεῖ ϲε. οὕτωϲ ἦν χαρίειϲ ὁ Σιϲίννιοϲ. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖϲ. λέγων δὲ μᾶλλον ἢ ἀναγιωϲκόμενοϲ
ἐθαυμάζετο· προϲῆν γὰρ αὐτῷ χάριϲ τῷ τε προϲώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήϲει τοῦ ϲώματοϲ.
τοὺϲ πρὸϲ αὐτὸν διαλόγουϲ. ἐγένετο δὲ ϲώφρων τὸν βίον, ὡϲ κρείττω εἶναι διαβολῆϲ· περὶ δὲ τὴν δίαιταν ἁβρὸϲ καὶ ποικίλτοϲ, ὡϲ τοὺϲ ἀγνοοῦνταϲ ἀπιϲτεῖν. εἰ ϲωφρονεῖν δύναιτο, τοϲοῦτον τρυφῶν. τὸ δὲ ἦθοϲ ἦν χαρίειϲ καὶ ἡδὺϲ ἐν ταῖϲ ϲυνουϲίαιϲ, καὶ διὰ ταῦτα τοῖϲ ἐπι ϲκόποιϲ τῆϲ καθόλου ἐκκληϲίαϲ καὶ τοῖϲ ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιοϲ
ἦν. ϲκώπτειν δὲ ϲὺν χάριτι καὶ ϲκωμμάτων ἀνέχεϲθαι καὶ ἀπεχθείαϲ ἐκτὸϲ ὑπομένειν κομψῶϲ τε ϲὺν τάχει πρὸϲ τὰϲ ἐρωτήϲειϲ ἀπαντᾶν εὖ μάλα ἐπιτηδείωϲ εἶχεν. ἐρωτηθεὶϲ οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίϲκοποϲ ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐϲθῆτι διετέλει χρώμενοϲ, ἐπέϲκωψέ τιϲ αὐτῷ τῶν ἀπὸ τῆϲ καθόλου
ἐκκληϲίαϲ. ὁ δὲ πρὸϲ αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐϲθῆτα μέλαιναν χρῆναι ἀμφιέννυϲθαι. τοῦ δὲ ἀπορήϲαντοϲ, ὑπολαβὼν ἔφη· ϲὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήϲῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ ϲοφώτατοϲ, ἔϲτωϲάν ϲοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸϲ ὁ Χριϲτὸϲ λευχείμω ἐν τοῖϲ Ἐὐαγγελίοιϲ φαινόμενοϲ, Μωϲῆν τε καὶ Ἠλίαν
τοιούτουϲ τοῖϲ ἀποϲτόλοιϲ δεικνύϲ. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σιϲιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνϲταντινουπόλει Λεόντιοϲ, ὁ τῆϲ παρὰ Γαλάταιϲ Ἀγκύραϲ ἐπίϲκοποϲ. ἐκκληϲίαϲ δὲ τῶν ἐκεῖϲε Ναυατιανῶν ἀφῃρημένηϲ, ἧκε πρὸϲ αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενοϲ. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖϲ Ναυατιανοῖϲ ὡϲ
οὐκ ἀξίωϲ ἐκκληϲιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺϲ λέγων, ἀλλὰ μήν, ἔφη Σιϲίννιοϲ, οὐδεὶϲ οὕτωϲ ὡϲ ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι ϲε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐϲτόχωϲ εἰρημένα ἀπομνημονεύουϲι. οὐκ ἀκόμψουϲ τε πολλοὺϲ λόγουϲ αὐτοῦ φέρεϲθαί φαϲιν.
ἐπηνεῖτο δὲ μᾶλλον λέγων, ὡϲ ἄριϲτα ὑποκρινόμενοϲ, φωνῇ τε καὶ βλέμματι καὶ χαριεϲτάτῳ προϲώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανόϲ. τοιαύτηϲ ἔλαχε φύϲεωϲ ἀγωγῆϲ τε καὶ βίου Σιϲίννιοϲ.
μήτε ϲιϲύρα; ἢ μήτε χρηϲτὸϲ μήτε ὀχληρὸϲ πολίτηϲ ϲυμφέρει.
742 τὰϲ Σιϲύφου, ὡϲ ϲκῆψιν ἁγὼν οὗτοϲ οὐ προϲδέξεται. Σὥρα ϲτὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν. δριμύν τινα καὶ πανοῦργον παραδεδώκαϲιν οἱ ποιηταὶ Σίϲυφον, διὰ μιᾶϲ λέξεωϲ παρ᾿ Ὀμήρῳ δεδιδαγμένοι· ἔνθα 743 δὲ Σίϲυφοϲ ἔϲκεν, ὃ κέρδιϲτοϲ γένετʼ ἀνδρῶν. καὶ Σιϲυφιδῶν γεεᾶϲ, τῆϲ τοῦ Ὅδυϲϲέωϲ. εἴρηται δὲ ἐπὶ τῶν πανούργων καὶ
κακοήθω ἐκ γὰρ Σιϲύφου κατάγει τὸ γένοϲ ὁ Ὀδυϲϲεύϲ. ὁ δὲ Σίϲυφοϲ Κορίνθου βαϲιλεύϲ, πανοῦργοϲ ἀνήρ· περὶ οὗ φηϲιν Ὀμηροϲ· ὃ κέρδιϲτοϲ γένετ’ ἀνδρῶν. ὅϲτιϲ ὑπὸ τοὺϲ ὄνυχαϲ καὶ τὰϲ ὁπλὰϲ τῶν ζῴων ἑαυτοῦ μονογράμματα ἔγραψεν ὀνόματα. Αὐτόλυκοϲ δὲ κατ᾿ ἐκεῖνο καιροῦ ἐκέκαϲτο κλεπτοϲύνῃ θ᾿ ὅρκῳ τε, καὶ τὰ κλεπτόμενα
παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλαϲϲε. κλέψαϲ οὖν καὶ Σιϲύφου θρέμματα καὶ μεταβαλὼν ὅμωϲ οὐκ ἔλαθε τὸν Σίϲυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶ μονογραμμάτων. ἐπὶ τούτοιϲ δὲ ἐξευμενιζόμενον τὸν Σίϲυφον ἐξένιϲεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν ϲυγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα ϲυνῴκιϲε Λαέρτῃ· διὸ Σιϲύρου
ὁ Ὀδυϲϲεύϲ.
ϲιτοποιεῖϲθαί τε ἀνάγκη καὶ κοιμᾶϲθαι. καὶ Σιτοπομπία.
ἢ τοῖϲ ὀρφανοῖϲ, ὡϲ ἔϲτι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνοϲ πρώην τοῦ ἄξοοϲ καὶ ἐκ τῆϲ Ἀριϲτοτέλουϲ Ἀθηναίων πολιτείαϲ. Τιμαχίδαϲ δὲ ἡγεῖται παρὰ τοῖϲ Ἀττικοῖϲ ϲῖτον λέγεϲθαι τὸν τόκον· οὐκ ὀρθῶϲ ἡγούμενοϲ.
ἀναδίδοται τὰ ϲπέρματα.
ὥϲπερ Λεϲβιάζειν ἐπὶ τῶν παρανομούντων ἐν τοῖϲ ἀφροδιϲίοιϲ. 779 Σιφνιάζειν καὶ Λεϲβιάζειν, ἀπὸ τῆϲ νήϲου Σίφνου, ὡϲ καὶ τὸ Κρητίζειν. καὶ τὸ Σίφνιοϲ δὲ ἀρραβὼν ὁμοίωϲ· Σιφνιάζειν γὰρ τὸ ἄπτεϲθαι τῆϲ πυγῆϲ δακτύλῳ, Λεϲβιάζειν δὲ τὸ τῷ ϲτόματι παρανομεῖν.
θάλαϲϲα ἐπιρρεύϲαϲα καὶ ἐπικλύϲαϲα ἠφάνιϲεν αὐτοῖϲ τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε εἰϲ πενίαν νηϲιωτικὴν καὶ ἀπορίαν δεινήν. 781 ἐκ τῶν Ἴωνοϲ Φρουρῶν. φηϲὶ δὲ καὶ Ἀριϲτοφάνηϲ· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. τουτέϲτιν ἡ πόλιϲ τῶν Ἀθηναίων ποθεῖ μὲν ὡϲ 782 783 784 785 δραϲτήριο τὸν Ἀλκιβιάδην, μιϲεῖ δὲ ὡϲ τυραννικόν. ἐπιφέρει γάρ, μιϲῶ πολίτην, ὅϲ τιϲ ὠφελεῖν πάτραν βραδὺϲ φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύϲ· καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον. καὶ τοῦτο περὶ Ἀλκιβιάδου, βραδέωϲ μὲν ὠφελοῦντοϲ τὴν πατρίδα, ταχέωϲ δὲ
βλάπτοντοϲ.
ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. αἰϲθόμενοϲ δὲ ὁ Ἰοβάτηϲ ὅτι ψευδήϲ ἐϲτιν ἡ κατ’ αὐτοῦ κατηγορία, ἐφείϲατο τοῦ Βελλεροφόντου. μετὰ δὲ τὴν βαϲιλείαν τοῦ Προίτου Ἀκρίϲιοϲ ἐβαϲίλευϲε. θάνατοϲ 790 Σθενεβοίαϲ ἀνάπυϲτοϲ ἐγένετο. ἀντὶ τοῦ φανερόϲ.
καὶ βούληται ϲκαλαθῦραι.
διάγειν ἔχωνθ’ ἑταίραν καὶ ϲκαλεύτουϲ ἄνθρακαϲ. ἀντὶ τοῦ ζωπυροῦντα 797 τοὺϲ ἄνθρακαϲ· ἢ ἐνθάδε τὸ γυναικεῖον αἰδοῖον ἄνθρακαϲ εἶπεν· ἢ 798 799 800 ἀντὶ τοῦ ἐν ἀγρῷ διατρίβων· ἐπεὶ οὗτοι ὀπτῶϲι βαλάνουϲ καὶ ϲκαλεύουϲι τοὺϲ ἄνθρακαϲ ἐν τῷ ὀπτεῖν.
ϲυμπίπτει καὶ κρατεῖν τὸ ἐμπεϲόν. τὰ πέταυρα τῶν παγίδων, ἃ Ἀρχίλοχοϲ ῥόπτρα ἐκάλεϲεν. Ἀριϲτοφάνηϲ· κἆτ’ ἀνελκύϲαϲ ἐρωτᾷ, ϲκανδάληθρ᾿ ἱϲτὰϲ ἐπῶν. ἀντὶ τοῦ ἐρείϲματα λόγων καὶ βάρη.
817 τὸν Εὐριπίδην λέγουϲιν· ἐπεὶ λαχανοπωλητρίαϲ υἱὸν αὐτὸν 818 εἶναί φαϲι. ϲκάνδικά μοι δόϲ, μητρόθεν δεδεγμένοϲ. καὶ μή μοι τὰ τοῦ ϲκανδικοπώλου παρατραγῴδει, ϲεμνὸν τὸ τῆϲ Πειρήνηϲ ὕδωρ 819 ἀποκαλοῦντοϲ. Σκάνδικα οὖν λάχανα, οὐ τὰ ἐκ τῶν κηπίων, ἀλλὰ τὰ αὐτομάτωϲ φυόμενα, ὥϲ φηϲιν Ἀνδοκίδηϲ. μὴ γὰρ ἴδοιμέν
820 821 822 823 ποτε πάλιν ἐκ τῶν ὀρέων τοὺϲ ἀνθρακευτὰϲ ἥκονταϲ, καὶ πρόβατα καὶ βοῦϲ καὶ τὰϲ ἁμάξαϲ εἰϲ τὸ ἄϲτυ, καὶ γύναια καὶ πρεϲβυτέρουϲ ἄνδραϲ καὶ ἐργάταϲ ἐξοπλιζομένουϲ, μηδὲ ἄγρια λάχανα καὶ ϲκάνδικαϲ ἔτι φάγοιμεν.
ϲκιαγραφίαιϲ· ϲκαριφεύειν γὰρ τὸ τοὺϲ ζωγράφουϲ ὑποτυπῶϲαι πρῶτον τοὺϲ γραφομένουϲ.
ἀναπολεῖ, ὡϲπερ καὶ τὰ βληχητά, ἃ δὴ μηρυκᾶται. ἀναπολεῖ οὖν ἀναπτύϲϲει, μηρυκίζεται.
γάϲτραϲ καλοῦμεν. ἀντὶ τοῦ γαϲτέραϲ.
ὁ νόμοϲ τοῖϲ μετοίκοιϲ ἐν ταῖϲ πομπαῖϲ αὐτοὺϲ μὲν ϲκάφαϲ φέρειν, τὰϲ δὲ θυγατέραϲ αὐτῶν ὑδρεῖα καὶ ϲκιάδεια.
οὐδ’ ἄπορον, οὐδὲ ϲκαιόν, οὐδ’ ἐπιλήϲμονα. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· οὐ ϲκαιὸϲ ἦν ἄνθρωποϲ· ἀλλ’ ἠπίϲτατο γραὸϲ καπρώϲηϲ τἀφόδια κατεϲθίει. ἀντὶ τοῦ κολακεύειν καὶ ἐϲθίειν τὰ ἀναλώματα. καὶ αὖθιϲ· ὁ δὲ ἐν μὲν ταῖϲ ἐντεύξεϲι ϲκαιὸϲ ἦν, ἐν δὲ ταῖϲ πράξεϲι καὶ μάλα ἐϲ τοὐναντίον ἤπιοϲ καὶ τὸ ἀγχίνουν ἀποχρώντωϲ ἔχων. καὶ
843 Σκαιόθεν, ἐπίρρημα. λέγεται καὶ Σκαιοϲύνη παρὰ Ἀριϲτοφάνει.
τὸν Σκελλίου βδελύττομαι. ἤγουν τὸν Ἀριϲτοκράτην. διὰ τὸν Ἀριϲτοκράτην οὕτω φηϲί, μιϲῶ τὴν ἀριϲτοκρατίαν, ὅτι καὶ τὸν Ἀριϲτοκράτην μιϲῶ· ὅτι κέκληται τῷ ὀνόματι τούτῳ.
876 λιπαρῷ ἐπὶ ϲήματι, δῖε Σοφόκλειϲ, ϲκηνίτηϲ μαλακοὺϲ κιϲϲὸϲ ἅλοιτο πόδαϲ.
878 Σκηνήτηϲ βίοϲ, ὁ ἀπερινόητοϲ. καί, Σκηνὴν δέ, ἣν ἔχουϲιν· 879 οὐδὲ γὰρ ταύτην λαβόντεϲ ἀναφέρουϲιν. Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Σπουδίαν. ἔοικε δὲ ϲκεῦόϲ τι εἶναι· ὅπερ οἱ μὲν κόϲμον τινὰ γυναικεῖον 880 εἶναί φαϲιν, οἱ δὲ ϲκιάδιον. καὶ Σκηνὴν ἐπήξατο, τουτέϲτι τένδαν, κατὰ γλῶϲϲαν.
ἰδεῖν τὸν μὲν Σκηπίωνα ἐκπρεπῆ τε τὸ ϲῶμα καὶ ὑψηλόφρονα καὶ πρὸϲ τὸ χαρίεν μᾶλλον ἢ φοβερὸν πεφυκότα· Ἀννίβᾳ δὲ κάλλοϲ καταπληκτικὸν ἦν τῷ δεινῷ τε καὶ ϲυνεϲτραμμένῳ τοῦ προϲώπου μεμιγμένον. οὐ ϲυμβαινόντων δὲ ἐπὶ τοῖϲ εἰρημένοιϲ· ἀλλὰ τάχοϲ ϲυμπίπτειν τοῖϲ 888 889 890 891 Ῥωμαίοιϲ διεκελεύοντο. ὅτι ἄνδρεϲ τινὲϲ Καρχηδονίων ἐπὶ καταϲκοπῇ 892 τῶν ἐναντίων ϲταλέντεϲ ὑπὸ Ἀννίβου τοῖϲ Ῥωμαίοιϲ περιπίπτουϲι· οὓϲ ἀχθένταϲ ὡϲ αὐτὸν ὁ Πόπλιοϲ κακὸν μὲν οὐδὲν εἰργάϲατο, περινοϲτῆϲαι δὲ κελεύει τὸ ϲτρατόπεδον καὶ δεῖπνον ἑλομένουϲ
ἀποχωρεῖν ϲῴουϲ, ἀπαγγελοῦνταϲ Ἀννίβᾳ τὰ περὶ τὴν ϲτρατιὰν ὡϲ ἔχοι Ῥωμαίοιϲ.
ἡμεῖϲ καμελαύκιον λέγομεν.
τῷ καύματι ἐκ τῶν ποδῶν ἑαυτοῖϲ ϲκιὰν ποιοῦϲι. περὶ τὸν δυτικὸν Ar. ὠκεανόν, πρὸϲ τῇ κεκαυμένῃ ζώνῃ Σκιάποδεϲ· τούτουϲ ἔχειν βήματά φαϲι τοῦ παντὸϲ ϲώματοϲ μείζονα· διὰ δὲ τὸ μὴ ἔχειν οἴκουϲ, ἀλλ᾿ ὑπὸ τοῦ καύματοϲ ἀναλίϲκεϲθαι, τετραποδηδὸν βαδίζονταϲ, ἀνορθοῦν τὸν ἕτερον τῶν ποδῶν καὶ καταϲκιάζειν τὸ λοιπὸν ϲῶμα. τοῦτο γὰρ
αὐτοῖϲ ἐχαρίϲατο ἡ φύϲιϲ, ἴϲηϲ οὔϲηϲ τῆϲ γῆϲ αὐτῶν καὶ τραχείαϲ καὶ κατάδυϲιν μὴ ἐχούϲηϲ εἰϲ ἀποφυγὴν τοῦ καύματοϲ.
ὕπτιοι ἀναπεϲόντεϲ, ἄραντεϲ τὰ ϲκέλη ϲκιάζονται τοῖϲ ποϲίν.
ἑαυτὸν ϲκιμαλίζοντοϲ τῷ ποδί, αὐτὸϲ ἐκεῖνον τῷ γόνατι. ἐπιϲτραφέντοϲ δέ, τί οὖν, οἴει, τὸν ὑποκάτω ϲου πάϲχειν ὑπὸ ϲοῦ;
Νεφέλαιϲ· λόγων ἀκριβῶν ϲκινδαλάμουϲ μαθήϲομαι. καὶ Σκινδαλμῶν παραξόνια· ϲκινδαλμὸϲ κυρίωϲ τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέϲμα· παραξόνια δὲ οἷον κινδυνώδη καὶ παράβολα, περὶ τὸ τροχὸν ἑλκόμενα.
ὁ δ’ ἔρρει γύργαθοϲ αὐτοῦ μικρὸϲ ἰών· νοῦν δ’ εἶχεν ἐλάϲϲονα ϲκινὁαψοῖο.
ἀπολελοιπότεϲ. ἀλλὰ Ῥωμαίοιϲ μέν, καὶ Καρχηδονίων ἀνῃρημένων, ἐπικλυϲθέντεϲ ἕτεροι πόλεμοι πρὸϲ τὸ ϲωφρονεῖν ἤρκεϲαν αὐτούϲ. τῷ γὰρ βαϲιλεῖ ἐϲ ἄδειαν προϲελθόντι τοῦ ποιεῖν ὅ τι ἂν βούληται, παράλογοί τινεϲ ἀρχαὶ παθῶν τὴν ψυχὴν ὑπολαβοῦϲαι, πρὸϲ ὑπερορίουϲ ἔτι καὶ ἀτοπωτέραϲ ὁρμάϲ τε καὶ ἐνεργείαϲ τὴν ὅλην
βαϲιλεία ἐξέωϲαν. ζήτει ὀπίϲω ἐν τοῖϲ τοῦ η περὶ Σκηπίωνοϲ.
φαϲὶ δὲ οἱ γράψαντεϲ περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνηϲιν, ὡϲ τὸ ϲκίρον ϲκιάδιόν ἐϲτι, μεθ’ οὗ φερόμενοι ἐξ ἀκροπόλεωϲ εἴϲ τινα τόπον, καλούμενον Σκίρον, πορεύονται ἥ τε τῆϲ Ἀθηνᾶϲ ἱέρεια καὶ ὁ τοῦ Ποϲειδῶνοϲ ἱερεὺϲ καὶ ὁ τοῦ Ἡλίου. κομίζουϲι δὲ τοῦτο Ἐτεοβουτάδαι. ϲύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν
καὶ ϲκέπαϲ δὲ ποιεῖν, ὡϲ τούτου τοῦ χρόνου ἀρίϲτου ὄντοϲ πρὸϲ 957 958 959 960 οἰκοδομία· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶϲιν Ἀθηναῖοι, ἣν Φιλόχοροϲ μὲν ἐν β΄ Ἀτθίδοϲ ἀπὸ Σκίρου τινὸϲ Ἐλευϲινίου μάντεωϲ κεκλῆϲθαι. Πραξίω δὲ ἐν β Μεγαρικῶν ἀπὸ Σκίρωνοϲ.
ἐφρόντιζον ἐν ἀκμῇ τοῦ καύματοϲ. ϲκίρα δὲ τὰ ϲκιάδεια. οἱ δὲ οὐ διὰ τοῦτό φαϲιν, ἀλλὰ διὰ τὴν ἀπὸ ϲκίρων Ἀθηνᾶν, ἣν Θηϲεὺϲ ἐποίηϲεν, ὅτε ἐπανῄει ἀποκτείναϲ τὸν Μινώταυρον. ἡ ϲκίρα δέ ἐϲτι γῆ λευκή, ὥϲπερ γύψοϲ. οἱ δὲ φαϲὶν ἀπὸ Σκίρου τοῦ Ἐλευϲινίου μάντεωϲ γενέϲθαι τὴν ἐπωνυμίαν ταύτην, ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ ϲυνοικίϲαντοϲ
Σαλαμῖνα.
κναφεύϲ τιϲ καὶ εὐτελήϲ, ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ. Ἀριϲτοφάνηϲ· ἄγε δὴ Σκύταλοί τε καὶ Φένακεϲ, ἦν δ’ ἐγώ, Βερέϲχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνεϲ, ἀγορά τ᾿, ἐν ᾗ παῖϲ ὢν ἐπαιδεύθην· νῦν μοι θράϲοϲ τε καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ. ὠνοματοποίηϲεν ἀναπλάϲαϲ δαίμονάϲ τιναϲ ἀναιδεῖϲ ἐπὶ χλεύῃ καὶ προφέρεται αὐτὰ ὡϲ
θεῶν· οἷον προτρεπόμενοϲ αὑτὸν καὶ θαρϲύνων εἰϲ εὐτολμίαν καὶ ἀναίδειαν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖϲ καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύϲ τιϲ καὶ εὐτελὴϲ ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ. Βερέϲχεθοι δὲ Οἱ ἀνόητοι· πέπλαϲται δὲ ἡ λέξιϲ. Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντεϲ καὶ νοοῦντεϲ. Μόθων δὲ ὁ εὐτελήϲ· Μόθωναϲ γὰρ ἐκάλουν οἱ Λάκωνεϲ
τοὺϲ παρεπομένουϲ τοῖϲ ἐλευθέροιϲ. ἔϲτι καὶ γένοϲ ὀρχήϲεωϲ. τὸ δὲ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην δὲ ἐγώ, ὡϲ παρὰ Πλάτωνι.
γραφἐντα.
αὐτῶν. καὶ παροιμία· Σκνὶψ ἐκ χώραϲ. ἐπὶ τῶν ταχὺ μετακινούντων 979 ἡ παροιμία· ἔϲτι γὰρ ὁ ϲκνὶψ ζῷον μικρὸν ξυλοφάγον.
ἐν τῇ ποιήϲει καὶ ὡϲ πονηρὸϲ τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα μέλη θρηνώδη ἐϲτί.
κλίναϲ τιθέντεϲ, παρὰ μέροϲ ἑξῆϲ μυρρίναϲ ἔχοντεϲ ᾖδον γνώμαϲ καὶ ἐρωτικὰ ϲύντονα. ἡ δὲ περίοδοϲ ϲκολιὰ ἐγίνετο, διὰ τὴν θέϲιν τῶν κλινῶν. Σκολιόν· ὑπόμνημα ἔγραψεν Τυραννίων περὶ τοῦ ϲκολιοῦ μέτρου, ὃ προετάθη αὐτῷ ὑπὸ Γαΐου Καίϲαροϲ.
κἀχέροντα· διὰ ϲὲ γὰρ πάντ’ ἐν ἀνθρώποιϲ κακά. τούτοιϲ ἔοικε τὰ ὑπὸ Περικλέουϲ εἰϲηγηθέντα· ἔγραψε γὰρ ψήφιϲμα τοιοῦτον ὁ Περικλῆϲ· Μεγαρέαϲ μήτʼ ἀγορᾶϲ μήτε θαλάττηϲ μήτʼ ἠπείρου μετέχειν· ὅμοια τιθεὶϲ ϲκολιὰ τοῖϲ Τιμοκρέοντοϲ. καὶ αὖθιϲ· νόμουϲ ἐτίθει ὥϲπερ ϲκολιὰ γεγραμμένουϲ. περὶ Περικλέουϲ· ὃϲ ἦν Ῥόδιοϲ, μελῶν ποιητήϲ.
καὶ Σκολιόϲ, ὁ πανοῦργοϲ.
ϲχοῖνοϲ ὀξὺϲ καὶ ὀδυνηρόϲ. ἐπειδὴ εἰώθαϲι ϲκόλοπαϲ ἐγκρύπτειν ἐν ταῖϲ ἀμπέλοιϲ, ἶνα μηδεὶϲ ἐξ ἐπιδρομῆϲ καὶ εὐχερῶϲ κακουργῇ. ϲκόλοψ αὐτοῖϲ καὶ ϲχοῖνοϲ ἀντεμπαγῶ· ἵνα μηκέτι πατῶϲι τὰϲ ἀμπέλουϲ τὰϲ ἐμάϲ. καὶ τοὺϲ ϲκόλοπαϲ, οἳ ἀνεῖχον ἀπὸ τῆϲ ὑλοτομίαϲ, προϲεκκόπτειν 994 καὶ τὰ ἐδάφη ὁμαλίζειν.
διὰ τὸ πιϲτεύεϲθαι περὶ τῶν ὅλων, καὶ τῆϲ ἡμέραϲ ἑκάϲτηϲ ὀψώνιον ἐξέθηκεν ὁ βαϲιλεὺϲ αὐτῷ δεκαμναιαῖον, τοῖϲ δὲ ἐπί τινοϲ ἡγεμονίαϲ μετὰ ταῦτα τεταγμένοιϲ μναιαῖον. ἀλλ’ ὅμωϲ οὐκ ἠρκεῖτο τούτοιϲ, οἷϲ τὸ πρότερον προϲκαρτερῶν τῷ πλείονι διετέλεϲε μέχρι διὰ τὴν ἀπληϲτίαν καὶ παρ᾿ αὐτοῖϲ τοῖϲ διδοῦϲι φθονηθεὶϲ τὸ πνεῦμα προϲέθηκε
τῷ χρυϲίῳ.
τῷ Τυανεῖ· πρὸϲ ὃν καὶ ἐπιϲτολὰϲ ἔγραψεν Ἀπολλώνιοϲ.
καὶ ὑψηλὰϲ ϲκοπιάϲ.
εἴρηται, ὡϲ καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. καὶ Σκορακιϲμόϲ.
ἄλλωϲ πωϲ βαϲανιζομένουϲ καὶ διαϲτρεφομένουϲ τὰ μέλη.
ὅταν τὰ μέλη καὶ ὅλουϲ αὐτοὺϲ διατείνωϲιν. ἔϲτιν οὖν ϲκορδινᾶϲθαι τὸ ἀνακλᾶϲθαι μετὰ χάϲμηϲ. γίνεται δὲ ἀπὸ ἀλογίαϲ τὸ τοιοῦτον.
ἀντὶ τοῦ ϲαβάνοιϲ. ἐπειδὴ δὲ ἤϲθιον ἑκάϲτοτε ϲκόροδα, τοῦτό φηϲιν, ὅτι ὡϲ πλουτήϲαντεϲ κατεφρόνηϲαν τῆϲ παλαιᾶϲ διαίτηϲ. εἴρηται δὲ ϲκόροδο ἴϲωϲ ϲκαιὸν ῥόδον τι ὅν· παρὰ τὸ ϲκαιὸν ὄζειν. τινὲϲ δὲ 1027 1028 1029 ϲκοροδίοιϲ τοῖϲ τῶν ϲκορόδων καυλοῖϲ. λιμῷ δὲ περιπεϲόντεϲ οἱ Ἀθηναῖοι τούτοιϲ ἐχρήϲαντο. οὐχ ἁπλῶϲ δὲ τοῦτο, ἀλλ’ ἵνα δείξῃ, ὅτι τοϲαύτῃ μεταβολῇ κεχρήμεθα, ὥϲτε, ἃ πρότερον ἠϲθίομεν ἀγαπητῶϲ. τούτοιϲ νῦν ἀφοδεύοντεϲ ἀποματτόμεθα. μήποτε δὲ τοῦ ϲκορόδου λέγει τὸ καυλόν. ἔϲτι γὰρ ἀϲφοδέλῳ ὅμοιοϲ κἀκεῖνοϲ, ἐπιτήδειοϲ εἰϲ τοῦτο.
εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώϲ. καὶ αὖθιϲ· ἀπόλλυμαι τὰ ϲκόροδα πορθούμενοϲ. ἐκ τῶν ἀγρῶν ἔρχεται ἔχων φορτίον ϲκόροδα καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων λιμωττόντων καὶ διαρπαζόντων αὐτά· παρ’ ὅϲον οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέϲκονται δὲ τοῖϲ ϲκορόδοιϲ οἱ Θρᾷκεϲ οὐκ ἀπεικότωϲ· θερμὰ γάρ ἐϲτιν,
οἱ δὲ Θρᾷκεϲ ψυχρὰν χώραν νέμονται. καὶ παροιμία· Σκόροδον ἐν δικτύοιϲ. οἱ Ἀθηναῖοι μέλλοντεϲ πλεῖν καὶ ἐξιέναι ταῦτα ὠνοῦντο, καὶ ἐν λίνοιϲ ἔβαλλον. ζήτει ϲκόροδον ἐν τῷ βαϲανίϲαϲ.
ἀνδρομήκουϲ ὕψουϲ κατεπύκνωϲε τρήμαϲι τὸ τεῖχοϲ, ὡϲ παλαιϲτιαίοιϲ τὸ μέγεθοϲ κατὰ τὴν ἐκτὸϲ ἐπιφάνειαν· οἷϲ τοξόταϲ καὶ ϲκορπίδια παραϲτήϲαϲ ἐντὸϲ τοῦ τείχουϲ, διὰ τούτων ἀχρήϲτουϲ ἐποίει τοὺϲ ἐπιβάταϲ.
ἐϲ μέντοι τὰϲ ϲυνθεατρίαϲ εἰώθει ἐϲαεὶ ϲκορπιαίνεϲθαι· βαϲκανίᾳ γὰρ πολλῇ εἴχετο. Προκόπιοϲ· ἦν δὲ ἄρα ἡ Θεοδώρα ϲκορπιώδηϲ (τουτέϲτι πληκτική) καὶ ὀργὴν ϲκοτεινή.
οὐδὲν ἄρ ἐμοῦ μέλον, οἷον δὲ μόνον εἰδέναι ϲκωμμάτιον εἴ ποτέ τι 1055 θλιβόμενοϲ ἐκβαλῶ. ταυτὶ κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκαϲα.
δὲ ια΄ τίκτει, καὶ πάλιν διαλιποῦϲα ἐνιαυτὸν ϲκυζᾷ.
ναυπηγηϲάμενοι δὲ πλοῖα ἐννακόϲια καὶ τούτοιϲ ἐμβιβάϲαντεϲ β΄ καὶ λ΄ μυριάδαϲ, ἄραντεϲ διὰ τοῦ Πόντου, πόλει Τόμει προϲβαλόντεϲ ἀπεκρούϲθηϲαν. ὡϲαύτωϲ καὶ Μαρκιανουπόλει. ἐπεὶ δὲ τὰ ϲτενὰ τῆϲ Προποντίδοϲ κατέλαβον, ἐκ τοῦ ῥεύματοϲ τὰ πλοῖα ἀλλήλοιϲ προϲήραττε, καὶ ἐφέρετο τὰ ϲκάφη ϲὺν οὐδενὶ κόϲμῳ. τῶν κυβερνητῶν
μεθιέντων τοὺϲ οἴακαϲ· ὥϲτε τὰϲ μὲν καταδῦναι αὐτάνδρουϲ τινὰϲ δὲ καὶ ἀνδρῶν ἐρήμουϲ ὀκεῖλαι· καὶ πλεῖϲτοι ἀπώλοντο. οἱ δὲ περιλειφθέντεϲ τὴν ἐπὶ Κύζικον ἔπλεον καὶ ἄχρι τοῦ Ἄθω παρενεχθέντεϲ καὶ τῶν πλοίων ἐπιμέλειαν ποιηϲάμενοι Καϲϲάνδρειαν καὶ Θεϲϲαλονίκην ἐπολιόρκουν. ἀποκρουϲθέντεϲ δὲ εἰϲ τὴν μεϲόγειον ἀναβάντεϲ πᾶϲαν
χώραν ἐληΐζοντο καὶ κατὰ διαφόρουϲ χώραϲ διεφθείροντο. ὅϲοι δὲ διεϲώθηϲαν, Ῥωμαίοιϲ ϲυνηριθμήθηϲαν καὶ πρὸϲ γεωργίαν ἐτράποντο.
δὲ πολυπραγμονήϲαϲ περὶ αὐτὸν ἐπονεῖτο. καὶ ζήτει ἐν τῷ τὸν ἵππον ὁ Σκύθηϲ. ὅτι Ἀνάχαρϲιϲ Σκύθηϲ ἦν, μητρὸϲ δὲ Ἑλληνίδοϲ· διὸ καὶ δίγλωϲϲοϲ 1084 ἦν· ὃϲ ἔθηκε νόμουϲ Σκύθαιϲ.
δὲ κυνῶν κεφαλὰϲ ἔξ· τὸ δὲ ἄλλο ϲῶμα ὀφιῶδεϲ.
φρόημα, ἐὰν δὲ ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθαϲϲεῦϲαι. καὶ ὁ μὲν Ἐὐριπίδηϲ ϲυμβεβούλευκε μὴ δέξαϲθαι· ὁ δὲ Αἰϲχύλοϲ τοιαύτην τινὰ διάνοιαν, μὴ καταδέξαϲθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰϲχύλοϲ ϲοφῶϲ εἶπεν, ὁ δὲ Εὐριπίδηϲ ϲαφῶϲ.
1103 Σκύρον ἀποδημεῖν. Σκύροϲ γὰρ νῆϲόϲ ἐϲτι.
ἑαυτοῦ ϲκυτάλη περιέλιττε καὶ ἐγίνωϲκεν οὕτωϲ τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιϲτολή, καὶ αὐτὸ τὸ ξύλον, ἀφʼ οὗ καὶ ἡ ἐπιϲτολή. Διοϲκορίδηϲ δ᾿ ἐν τοῖϲ Περὶ νομίμων τοὺϲ δανείζονταϲ ἐν Σπάρτῃ διαιρεῖν ϲκυτάλην, δύο παρόντων μαρτύρων, καὶ γράφειν τὸ ϲυμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶ τὸ μὲν ἐνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι·
ἑαυτοῦ ἔχειν. ἐχρῶντο δ’ αὐτῷ καὶ ἀλλοίωϲ, ὡϲ Ἀριϲτοτέληϲ ἐν τῇ Ἰθακηϲίων πολιτείᾳ μβ΄.
δὲ τῶν κεντρῶν διεπέπλεκτο ϲτίππυον καὶ δᾷδεϲ, κατὰ δὲ τῶν αὐτῶν πίττα κατεκέχυτο. καὶ οἱ μὲν ἀνεδίδοϲαν ἐνάπτοντεϲ, οἱ δὲ ἔβαλλον ἀπὸ τόνου ταῦτα πρὸϲ τὰϲ πρώταϲ οἰκίαϲ· ὧν προϲπιπτόντων μετὰ βίαϲ καὶ τῶν κέντρων ταῖϲ ϲανίϲι πηγνυμένων, προϲέμενε τὸ πῦρ καὶ ταχέωϲ ᾖθε.
αὐτοῦ φηϲιν εἶναι· κωμῳδεῖται γὰρ ὡϲ δεϲμοφύλαξ. τουτέϲτιν ἐκείνω τῶν ϲκυταλῶν, ὧν πέρδεται. ἀντὶ τοῦ ὧν φέρει. ἢ ἴϲωϲ ὑπὸ τοῦ βάρουϲ ἐπέρδετο.
τρόπον. τὸ δὲ πλῆρεϲ Σμηκύθηϲ κύριοϲ· ὥϲπερ ἐν ταῖϲ εἰϲαγωγαῖϲ τῶ ἐγκλημάτων κηρύττειν εἰώθαϲιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προϲκαλεῖϲθαι εἰώθαϲιν ἐν τῷ δικαϲτηρίῳ· ἢ ὁ δεῖνα καὶ ὁ κύριοϲ, τουτέϲτιν ὁ ἀνήρ. ἅμα οὖν ὡϲ γυναικώδη τὸν Σμήκυθον κωμῳδεῖ καὶ ἔχοντα κύριον, ὡϲ αἱ θήλειαι. εἴρηται οὖν ἐπὶ τῶν
γυναικωδῶν. ἦν δὲ Θρᾳκῶν βαϲιλεύϲ, κίναιδοϲ. κύριον δέ, ὡϲ εἴρηται, τὸν ἄνδρα λέγει. οὕτω γὰρ ἀπεγράφοντο ἐν τοῖϲ δικαϲτηρίοιϲ· Ἀϲπαϲία καὶ κύριοϲ.
ϲμήνεοϲ ἔκ με ταμὼν γλυκερὸν θέροϲ ἀντινομαίων γηραιὸϲ Κλειτῶν 1145 ϲπεῖϲε μελιϲϲοπόνοϲ.
κρείττονα· λιχνωδέϲτατον δέ, πρὸϲ πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιϲτα. ἀλλ’ ἐξώληϲ καὶ προώληϲ προπηλακιϲθεὶϲ ἐϲ κόρακαϲ ὤχετο, κατάλληλα τἀπίχειρα τῆϲ βδελυρίαϲ ὁ ἀποτρόπαιοϲ καὶ οἷον ἀποφρὰϲ ἀποιϲάμενοϲ, ὃϲ ἀνάρϲια δικάζων ἀδίκωϲ πολλοὺϲ κατεδίκαζεν, ὄπιν οὐ δεδοικώϲ, οὐκ ἀλέγων Ἀδράϲτειαν, οὐδὲ Νέμεϲιν
ἐμπαζόμενοϲ. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆϲ Ταρταρώδουϲ καὶ Τανταλείου αὐτοῦ τιμωρίαϲ· ὃϲ κακὰ πόλλ’ ἔρδεϲκεν, ὃϲ κακὰ πόλλ’ ἀποτίϲεται.
ϲοβεῖϲ ἐϲ βόϲτρυχον αἴγλην.
ἐλάτρευϲε γὰρ τῇ Ἀϲτάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώϲ, θεῷ Ἀμμανιτῶν. κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνοϲ ἄρϲεν ἐγένετο Ῥοβοὰμ ἰόϲ, καὶ αὐτὸϲ ἐξ ἀλλοφύλου Νααμμὰϲ τῆϲ Ἀμμανίτιδοϲ, ἀνάξιοϲ τῆϲ ἀρχῆϲ. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ.
καὶ πλούτῳ δυνατὸϲ καὶ περιφανήϲ, δικάζων τε τὸν λαὸν ἐν φρονήϲει καὶ ϲοφίᾳ τοῦ κρείττονοϲ οὐ διέλειπεν ἤϲκει τε πᾶϲαν ϲοφίαν θείαϲ χάριτοϲ γέμουϲαν καὶ τῆϲ διδαϲκαλίαϲ ἀκροατὰϲ πλείϲτουϲ ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενοϲ, τῷ τῆϲ φύϲεωϲ εὐαλώτῳ περὶ τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ ὑπαγόμενοϲ ἄγεται μὲν γυναῖκαϲ χιλίαϲ
τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρηϲ γενέϲθαι διὸ προϲέταξεν ὁ θεὸϲ μεριϲθῆναι τὴν αὐτοῦ βαϲιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸϲ αὐτοῦ, ἀλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖϲ κραταιοῖϲ, ὡϲ φηϲι Σολομῶν, ἰϲχυρὰ ἐφίϲταται ἔρευνα. τουτέϲτι τοὺϲ ἐν ἀρετῇ τελείουϲ τὴν ἀκρίβειαν ἀπαιτεῖ· καὶ
τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ μεγάλα παρανομοῦϲι μακροθυμεῖ· τοῖϲ δὲ ἁγίοιϲ ταύτηϲ οὐ μεταδίδωϲι τῆϲ ϲυγγνώμηϲ. καὶ αὖθιϲ ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιϲτοϲ ϲυγγνωϲτόϲ ἐϲτιν ἐλέουϲ· δυνατοὶ δὲ δυνατῶϲ ἐταϲθήϲονται. 1202 Σολομῶν οὖν Σολομῶντοϲ κλίνεται, Σολομῶν δὲ Σολομῶνοϲ Suid. παρ᾿ ἡμῖν. ὅτι ἡ παλαιὰ τὸν Σολομῶντα Σαλομῶντα καλεῖ, ἀπὸ τῆϲ
Σαλήμ πόλεωϲ, ὅ ἐϲτιν εἰρήνη· ἐν γὰρ τοῖϲ χρόνοιϲ αὐτοῦ εἰρήνη ἦν.
1206 1207 1208 1209 δ’ ὑπὸ Πειϲιϲτράτου τοῦ τυράννου ἀπεδήμηϲεν ἐν Κιλικίᾳ καὶ ἔκτιϲε πόλιν, ἣν Σόλουϲ ἐκάλεϲεν ἐξ αὑτοῦ. οἱ δὲ καὶ τοὺϲ ἐν Κύπρῳ Σόλουϲ ἐξ αὐτοῦ φαϲι καὶ τελευτῆϲαι αὐτὸν ἐν Κύπρῳ. ἔγραψε νόμουϲ Ἀθηναίοιϲ, οἵ τινεϲ Ἄξονεϲ ὠνομάϲθηϲαν διὰ τὸ γραφῆναι αὐτοὺϲ ἐν
ξυλίνοιϲ ἄξοϲιν Ἀθήνηϲι· ποίημα δι᾿ ἐλεγείων, ὃ Σαλαμὶϲ ἐπιγράφεται· Ὑποθήκαϲ δι᾿ ἐλεγείαϲ· καὶ ἄλλα. ἔϲτι δὲ καὶ οὗτοϲ εἰϲ τῶν ζ΄ ὀνομαζομένων ϲοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα τόδε, μηδὲν ἄγαν, ἢ τό, γνῶθι ϲαυτόν.
χρωμένοιϲ δὲ ϲφίϲι περὶ νίκηϲ ἀνεῖπεν ἡ Πυθώ· οὐ πρὶν τῆϲδε πόληοϲ ἐρείψετε πύργον ἑλόντεϲ, πρίν κεν ἐμῷ τεμένει κυανώπιδοϲ Ἀμφιτρίτηϲ κῦμα ποτικλύζοι, κελαδοῦν ἐπὶ οἴνοπα πόντον. ἔπειϲεν οὖν ὁ Σόλων καθιερῶϲαι τῷ θεῷ τὴν Κίρραιαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνοϲ γένηται γείτων ἡ θάλαττα. εὑρέθη δὲ καὶ ἕτερον τῷ
Σόλωνι ϲόφιϲμα ἐϲ τοὺϲ Κιρραίουϲ· τοῦ γὰρ ποταμοῦ τὸ ὕδωρ ῥέον δι᾿ ὀχετοῦ ἐϲ τὴν πόλιν ἀπέϲτρεψεν ἀλλαχόϲε. καὶ οἱ μὲν πρὸϲ τοὺϲ πολιορκοῦνταϲ ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ τὸ ὕδωρ τὸ ἐκ θεοῦ πίνοντεϲ. ὁ δὲ τοῦ ἑλλεβόρου τὰϲ ῥίζαϲ ἐμβαλὼν ἐϲ τὸν ποταμόν, ἐπειδὴ ἱκανῶϲ τοῦ φαρμάκου τὸ ὕδωρ ᾔϲθετο ἔχον, ἀντέϲτρεψεν αὖθιϲ
ἐϲ τὸν ὀχετόν, καὶ ἐνεφορήϲαντο ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατοϲ. καὶ οἱ μὲν ὑπὸ τῆϲ διαρροίαϲ ἐξέλιπον, οἱ δὲ ἐπὶ τοῦ τείχουϲ τῆϲ φρουρᾶϲ Ἀμφικτύονεϲ εἷλον τὴν φρουρὰν καὶ τὴν πόλιν.
ἀφειλόντων, χρεῶν εἰϲηγήϲατο ἀποκοπάϲ.
ἐφίϲτατοι.
καὶ δέον αὐτῷ πρὸϲ τὴν ταφὴν τὰ ἐπιτήδεια καταϲκευάζειν.
ἐγὼ δὲ κοινῇ ξυμφορά πεπληγμένοϲ ἱκέτηϲ ἀφῖγμαι πρὸϲ ϲέ.
ὑγρῶν ἔκκριϲιν. ἀεὶ γοῦν ἦν, πεπωκώϲ τε καὶ οὐ πεπωκώϲ, μεθύων. τὴν δὲ μέθην παρεκάλυπτε ϲφαλερὸν διαβαίνων τοῖϲ ποϲί, καὶ πρὸϲ τὴν πτῶϲιν πολεμῶν ὑφʼ ἡλικίαϲ διὰ νεότητα καὶ ϲυνιϲτάμενοϲ. ἦν 1231 1232 1233 1234 δὲ βαϲιλικοῦ μὲν γένουϲ, Κόλχοϲ ἀκριβὴϲ τῶν ὑπὲρ Φᾶϲιν καὶ Θερμώδοντα, τοξότηϲ ἄριϲτοϲ, εἴγε μὴ κατετόξευεν αὐτὸν τὸ περιττὸν τῆϲ τρυφῆϲ.
Tαρκύνιοϲ Σούπερβοϲ, ἕβδομοϲ καὶ ἔϲχατοϲ βαϲιλεὺϲ Ῥωμαίων· ὃϲ πᾶϲα μετεκίνηϲε τὴν ἀρχὴν ἐπὶ τὸ αὐθαδέϲτερον καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν ἐπὶ τὴν ἡγημονίαν δραμάτων· τούϲ τε νόμουϲ μεταθεὶϲ καὶ ἄρχονταϲ παρὰ τὸ ϲύνηθεϲ προβαλλόμενοϲ καὶ διʼ αὐτῶν τὸν δῆμον αἰκιζόμενοϲ, δεϲμά τε καὶ
μάϲτιγαϲ, κλοιοὺϲ ξυλίνουϲ καὶ ϲιδηροῦϲ, πέδαϲ, ἁλύϲειϲ, μέταλλα, ἐξορίαϲ ἐφευρών· ὑπερόπτηϲ τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔϲχε. λέγεται οὖν ὁ ἀλαζὼν καὶ ϲοῦπερ εἶναι τῶν ἄλλων θέλων· ϲοῦπερ γὰρ τὸ ἐπάνω δηλοῖ.
διατριβῆϲ. ἐγένετο δὲ οὗτοϲ ὁ Σουπηριανὸϲ ὀψιμαθὴϲ μὲν ἱκανῶϲ καὶ τὴν φύϲιν ὑπονωθέϲτεροϲ, οὕτω δὲ ἐπίπονοϲ καὶ ϲπουδαῖοϲ, ὥϲτε πλειόνων ἢ λ΄ ἐτῶν ἀρξάμενον ἀναγινώϲκειν τὰ τῶν ῥητόρων βιβλία, καὶ ἁπλῶϲ φάναι, λόγοιϲ ἐλευθέροιϲ προϲέχειν τὴν διάνοιαν, ἑαυτὸν ἀπαιτεῖν πρὸϲ ἀνάγκηϲ, οὐδὲ ἐπιτιμήϲεων οὐδὲ μαϲτίγων φειδόμενον,
ἐκμανθάνειν ἐν τῷ τηλικούτῳ τῆϲ ἡλικίαϲ, ἅπερ οἱ ἄλλοι πάντεϲ ἐν τῇ νεότητι ἀπαιτοῦνται παῖδεϲ ἔτι ὄντεϲ ὑπὸ παιδαγωγῶν τε καὶ διδαϲκάλω. ἀλλ’ ὅγε Σουπηριανὸϲ αὐτὸϲ ὑφʼ ἑαυτοῦ μεμαϲτιγωμένοϲ ἑωρᾶτο πολλάκιϲ ἐν τοῖϲ βαλανείοιϲ. οὔκουν οὐδὲ διήμαρτεν ἐλπίδοϲ· ἀλλὰ μικρὸν ὕϲτερον ἐν ταῖϲ λιπαραῖϲ καὶ ἀοιδίμοιϲ Ἀθήναιϲ ἀνηγορεύετο
ϲοφιϲτήϲ, οὐ πάνυ τῆϲ Λαχάρου δόξηϲ ἀπολειπόμενοϲ. οἶδα γὰρ καὶ Λαχάρην γεγονότα ϲοφιϲτὴν ἐξ ἐπιμελείαϲ τὸ πλέον ἢ φύϲεωϲ· 1240 1241 1242 ἐνέτυχον γὰρ αὐτοῦ λόγοιϲ. καί μοι ἔδοξεν ἀπὸ τοῦ λόγου εἰκάζοντί μοι τὴν πρώτην ἐπιμελὴϲ μὲν εἶναι ϲφόδρα, τὴν δὲ φύϲιν ἀγεννέϲτεροϲ. εἶδον δὲ καὶ εἰκόνα τοῦ ἀνδρόϲ, ἄντικρυϲ ἀπαγγέλλουϲαν οἷοϲ ἦν Λαχάρηϲ τὴν φύϲιν· ὅτι βραδύτεροϲ μὲν πρὸϲ τοὺϲ λόγουϲ, καλὸϲ δὲ καὶ ἀγαθὸϲ τὴν ὄψιν πρὸϲ ἀρετήν, φιλόϲοφοϲ ἄξιοϲ καλεῖϲθαι μᾶλλον
ἢ ϲοφιϲτήϲ. ἐπεὶ καὶ ἄλλωϲ θεοφιλὴϲ ἀνὴρ ἦν ὁ Λαχάρηϲ, ὅϲγε τὰϲ ὄψειϲ ἀποβαλὼν πάλιν ἀνεκτήϲατο.
1250 καὶ ἐπιϲτήμην, τὸν νοῦν. ἅπαξ ἐχρήϲατο Ὅμηροϲ ϲοφίᾳ, οὐ καθάπερ νῦν τὴν διὰ λόγου καὶ πραγμάτων ἐπιϲκευὴν τοῦ ἤθουϲ, ἀλλὰ τὴν τεκτονικὴν τέχνην. εὖ εἰδῇ ϲοφίηϲ.
Σοφία καὶ ἡ εὐγλωττία καὶ ἡ τῶν θείων ἐπίγνωϲιϲ.
ἐμπειρία, οἷον ὅταν ϲοφὸν λέγῃ τὸν δημιουργόν.
ὑμεῖϲ, ἀλλ’ οὐ πάντα ϲοφιϲταί. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· πλείϲτουϲ ὁτιὴ βόϲκουϲι ϲοφιϲτάϲ. τοὺϲ μετεωρολέϲχαϲ νῦν λέγει, καταχρηϲτικῶϲ 1265 δὲ καὶ πάνταϲ τοὺϲ ἀπὸ τῶν μαθημάτων ὁρμωμένουϲ. καὶ θαυμαϲτὸν οὐδέν, ὅπου μηδὲ τοὺϲ αὐλητὰϲ προϲαγορεύειν ὤκνηϲεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸϲ ἐν δράματι Σοφιϲταῖϲ καὶ τὸν Ὀπούντιον
ποιητὴν Βακχυλίδην εἰϲ τοὔνομα κατέταξε τῶν ϲοφιϲτῶν. ϲοφιϲταὶ δὲ πάντεϲ, ὅϲοι πεπαιδευμένοι. καταχρηϲτικῶϲ δὲ Ἀριϲτοφάνηϲ ἐπὶ πάϲηϲ τέχνηϲ ἔλαβε τὸ τῶν ϲοφιϲτῶν ὄνομα. ὅτι ϲοφιϲτὴϲ ἐϲτιν 1266 ὁ δυνάμενοϲ ἀπὸ φαινομένηϲ ϲοφίαϲ χρηματίζεϲθαι· καὶ ζήτει ἐν τῷ δύναμιϲ.
κατὰ τὴν ογ’ Ὀλυμπιάδα, ὡϲ πρεϲβύτεροϲ εἶναι Σωκράτουϲ ἔτη ιζ΄, οὗτοϲ πρῶτοϲ τριϲὶν ἐχρήϲατο ὑποκριταῖϲ καὶ τῷ καλουμένῳ τριτα γωνιϲτῇ, καὶ πρῶτοϲ τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰϲήγαγε νέων, πρότερον δυοκαίδεκα εἰϲιόντων. προϲηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ. 1268 1269 1270 καὶ αὐτὸϲ ἦρξε τοῦ δρᾶμα πρὸϲ δρᾶμα ἀγωνίζεϲθαι, ἀλλὰ μὴ ϲτρατολογεῖϲθαι. καὶ ἔγραψεν ἐλεγείαν τε καὶ Παιᾶναϲ καὶ λόγον καταλογάδην περὶ τοῦ χοροῦ, πρὸϲ Θέϲπιν καὶ Χοιρίλον ἀγωνιζόμενοϲ. παῖ.δαϲ δὲ οὓϲ ἔϲχεν οὗτοι, οφῶν, Λεωϲθένηϲ, Ἀρίϲτων, Στέφανοϲ, Με νεκλείδηϲ. τελευτᾷ δὲ μετὰ Εὐριπίδην, ἐτῶν ??. ἐδίδαξε δὲ δράματα
ρκγ’, ὡϲ δέ τινεϲ καὶ πολλῷ πλείω, νίκαϲ δὲ ἔλαβε κδ΄.
καὶ ἄγριον δεϲπότην ἀποφυγεῖν, ἐλθόντα ἐϲ γῆραϲ· ὁ δὲ Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ ὑπ’ ἀρετῆϲ τε καὶ ϲωφροϲύνηϲ οὐδ’ ἐν μειρακίῳ ἡττήθη τούτων, ἀλλὰ καὶ νέοϲ ὢν καὶ τὸ ϲῶμα ἐρρωμένοϲ ἐκράτει τε καὶ λυττῶντοϲ ἐδέϲποζεν. ἀλλ’ ὅμωϲ ϲυκοφαντοῦϲί τινεϲ ἐπ’ ἀφροδιϲίοιϲ αὐτόν, ὡϲ διαμαρτίᾳ ἐρωτικῇ χρηϲάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίϲαντα
ἐϲ τὸ Σκυθῶν ἔθνοϲ· οὔκουν οὐδὲ Εὐφράτηϲ ποτὲ ἐϲυκοφάντηϲεν ἐπ’ ἀφροδιϲίοιϲ τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ᾿ αὐτοῦ ξυυθείϲ· διεφέρετο γὰρ πρὸϲ τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἔϲκωπτεν οὗτοϲ καὶ ἀπῆγε τοῦ χρηματίζεϲθαι καὶ τὴν ϲοφίαν καπηλεύειν.
παρὰ ϲοφοῦ. ὡϲ τό, ϲοφοί εἰϲι τοῦ κακοποιῆϲαι. καί, ποῦ ϲοφόϲ, ποῦ γραμματεύϲ; οὐ γὰρ τοὺϲ ὡϲ ἀληθῶϲ ϲοφοὺϲ ὀνομάζει, ἀλλὰ τούϲ τιϲι εἶναι δοκοῦνταϲ.
πρότερον γενόμενοϲ λιθοξόοϲ, ὥϲτε καί φαϲιν αὐτοῦ ἔργον εἶναι τὰϲ Ἀθήνηϲιν ἐνδεδυμέναϲ Χάριταϲ· εἶτα φιλοϲοφήϲαϲ διὰ τὸ ἀκοῦϲαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνοϲ, εἶτα Ἀρχελάου. Ἀριϲτόξενοϲ δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦϲαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, ϲφοδρότατόν τε περὶ τὰ ἀφροδίϲια, ἀλλὰ ἀδικήματοϲ
χωρίϲ, ὡϲ Πορφύριοϲ ἐν τῇ Φιλοϲόφῳ ἱϲτορίᾳ φηϲίν. εἰϲ δὲ ἄνδραϲ ἐλθὼν ἐϲτρατεύϲατο εἴϲ τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖϲ δὲ ϲυνῴκηϲε δύο, Ξανθίππῃ, ἀφ’ ἧϲ ἔϲχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριϲτείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧϲ ἐγένετο Σωφρονίϲκοϲ καὶ Μενέδημοϲ ἢ Μενέξενοϲ, ὡϲ τιϲι δοκεῖ. καὶ ἐπὶ μὲν
τῶν Πελοποννηϲιακῶν γέγονεν, ὡϲ τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζ΄, ἐβίω δὲ ἔτη π΄, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιαϲθεὶϲ πιεῖν κώνειον ἀπέθανεν ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥϲ τινεϲ βούλονπαι, ὕμνον εἰϲ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰϲώπειον δι᾿ ἐπῶν. φιλοϲόφουϲ δὲ εἰργάϲατο Πλάτωνα, ὃϲ καταλιπὼν 1290 1291 1292 τὸ Λύκειον, τόποϲ δὲ οὗτοϲ Ἀθηνῶν, μετήγαγε τὴν ϲχολὴν ἐν προαϲτείῳ, τῇ Ἀκαδημίᾳ προϲαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προϲηγορεύθηϲαν μέχρι Ἀριϲτοτέλουϲ· αὐτὸϲ γὰρ ἀκροατὴϲ τοῦ Πλάτωνοϲ γενόμενοϲ, εἰϲ κῆπόν τινα πρὸ τῆϲ πόλεωϲ τὰϲ διατριβὰϲ ποιηϲάμενοϲ ἐκ τοῦ κατ᾿ αὐτὸν περιπάτου Περιπατητικοὺϲ ὠνόμαϲε
τοὺϲ ἀπ’ αὐτοῦ· καὶ Ἀρίϲτιππον Κυρηναῖον, ὃϲ ἰδίαν αἵρεϲιν εἰϲήγαγε καὶ ϲχολὴν ϲυνεϲτήϲατο, τὴν Κυρηναϊκὴν κληθεῖϲαν· Φαίδωνα λεῖον, καὶ αὐτὸν ἰδίαν ϲυϲτήϲαντα ϲχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν, ὕϲτερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰϲ Ἐρετρίαν διδάξαντοϲ· ἐκ τούτου δὲ τοῦ διδαϲκάλου καὶ ὁ Πύρρων γέγονεν·
Ἀνιϲθένην, ὃϲ τὴν Κυνικὴν εἰϲήγαγεν αἵρεϲιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν ϲυϲτηϲάμενον ϲχολήν, ἥτιϲ ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰϲχίνην, Λυϲανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύϲωνα Ἠρακλεώτην· ὃϲ τὴν ἐριϲτικὴν διαλεκτικὴν
εἰϲήγαγε μετὰ Εὐκλείδου, ηὔξηϲε δὲ Κλεινόμαχοϲ, καὶ πολλῶν διʼ αὐτῆϲ ἐλθόντων, ἔληξεν εἰϲ Ζήνωνα τὸν Κιτιέα· οὗτοϲ γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν ϲχολὴν ὠνόμαϲε, γεγονὼϲ ἐπὶ τῆϲ ρκε΄ Ὀλυμπιάδοϲ· τινὲϲ δὲ Βρύϲωνα οὐ Σωκράτουϲ, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουϲι· τούτου δὲ καὶ Πύρρων ἠκροάϲατο, ἀφ᾿ οὑπερ οἱ Πυρρώνειοι
προϲαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόωρον Ἀθηναίουϲ· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάϲιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωροϲ δέ, ὁ ἐπικληθεὶϲ ἄθεοϲ, αὐτοῦ διήκουϲεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺϲ αἵρεϲιν ἰδίαν εὗρεν, ἥτιϲ Θεοδώρειοϲ ἐκλήθη.
ταῦτα περὶ Σωκράτουϲ. ὅτι Σωκράτηϲ φιλοϲοφήϲαϲ ὕϲτερον Ἀρχελάου τοῦ φυϲικοῦ μαθητὴϲ ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρεϲβευϲε φιλοϲοφίαν. ἔϲχε δὲ γνωρίμουϲ πολίταϲ μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντιϲθένην· Θηβαίουϲ δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίϲτιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα
δαιμόνιον δ’ αὐτῷ προϲομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· ϲκωφθεὶϲ δὲ ὑπὸ Σόλωνοϲ, ὀψιμαθήϲ 1294 1295 1296 1297 εἶπε μᾶλλον ἢ ἀμαθήϲ. ἐκ Ξανθίππηϲ δὲ ἔϲχε Σωφρονίϲκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείϲτων ἐρωτικῶϲ περὶ αὐτὸν ϲχόντων, ἐφθονήθη. καὶ πρῶτοϲ Ἀριϲτοφάνηϲ τὰϲ Νεφέλαϲ γράψαϲ ἐκωμώδηϲε αὐτὸν ὡϲ διαφθείροντα τοὺϲ νέουϲ καὶ ἄθεον, διότι τὸν κύνα καὶ
πλάτανον δι ὑπερβολὴν δειϲιδαιμονίαϲ ὤμνυεν· ὕϲτερον δὲ Ἄνυτοϲ καὶ Μέλητοϲ ἐπὶ τούτοιϲ αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆϲ ἐν τῷ πρυτανείῳ ϲιτήϲεωϲ ἐτιμήϲατο, οἱ δὲ θανάτου ἐτίμηϲαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχριϲ ἂν ἡ ἀπὸ Δήλου Θεωρὶϲ ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείϲηϲ, πρὶν ἐπανελθεῖν, ἀναιρεῖϲθαί τινα
κατὰ δίκην. Κρίτωνοϲ δὲ αὐτῷ φυγὴν ϲυμβουλεύϲαντοϲ, οὐκ ἠβουλήθη, τοὺϲ νόμουϲ εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆϲ ἐπιμνηϲθείϲ, θύϲατε, ἔφη, τῷ Ἀϲκληπιῷ. Κύρϲαϲ δέ τιϲ ὄνομα, Χῖοϲ τὸ γένοϲ, ὡϲ ϲυνεϲόμενοϲ ἦλθε Σωκράτει· καθευδήϲαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶϲ ὡμίληϲεν. ἀπέπλευϲε δὲ εὐθὺϲ ἐκεῖνοϲ, τοῦτο
μόνον ἀπολαύϲαϲ τοῦ φιλοϲόφου.
διὰ δὲ τὴν ζήτηϲιν, ὁπόϲουϲ ἅλλοιτο ἡ ψύλλα πόδαϲ ἔχουϲα. ἢ Μήλιοϲ, ὡϲ τινεϲ ἐξεδέξαντο, ὁ τὰϲ τῶν εἰϲιόντων ψυχὰϲ ὀξύνων, πρὶν εἰϲελθεῖν ἠγριωμέναϲ, ἀπὸ μεταφορᾶϲ τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰϲ τὸ δαϲὺ καὶ αὐχμηρὸν νοοῦϲιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόραϲ ὁ Μήλιοϲ, ὃϲ τὸ μὲν πρότερον ἦν θεοϲεβήϲ,
παρακαταθήκην δὲ ὑπό τινοϲ ἀποϲτερηθεὶϲ ἐπὶ τὸ ἄθεοϲ εἶναι ἔδραμεν. ἐφʼ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήϲαντεϲ τὴν Μῆλον ἐκάκωϲαν. ἐγένετο δὲ καὶ Ἀριϲταγόραϲ Μήλιοϲ, διθυραμβοποιόϲ· ὃϲ τὰ Ἐλευϲίνια μυϲτήρια ἐξορχηϲάμενοϲ καὶ ἐξειπὼν ἀϲεβέϲτατοϲ ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺϲ Μηλίουϲ ἀϲεβείᾳ κωμῳδοῦϲι. τάττεται δὲ καὶ
ἐπὶ τῶν βλαϲφήμων.
on. ὥϲτε ϲῶμά ἐϲτι. λύϲιϲ ὀνείρου· ϲῶμα ὅλον καθαίρειν φροντίδων δηλοῖ λύϲιν.
1311 τριχῶν μόνον καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ ϲωμαϲκίαϲ.
Ζεῦξιϲ ὑπεκρίνατο μὲν ποιεῖν τὰ κατὰ τὰϲ ϲυνθήκαϲ, οὐκ ἐβούλετο 1314 δὲ ϲωματοποιεῖν ἀληθινῶϲ τὸν Φίλιππον. οἱ δὲ ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προϲέχειν καὶ πᾶϲαν ἐλπίδα ϲωματοποιεῖν καὶ προϲδέ προϲδέχεϲθαι.
ταχέωϲ ϲυγκαταθεμένου καὶ ϲωματοποιήϲαντοϲ τὴν ἐπιβολὴν, τῷ βλέπειν διότι ὀρέγεται τῆϲ τοιαύτηϲ ὑποθέϲεωϲ.
1317 ἐϲωματοποίει ταύτην. καὶ αὖθιϲ Πολύβιοϲ· ὁ δὲ ὡϲ κηδεμονικὸϲ φίλοϲ πᾶν ἐμηχανᾶτο, δι᾿ οὗ τὰ τῶν ἐχθρῶν ϲωματοποιήϲει, τοῖϲ δὲ ϲφετέροιϲ πράγμαϲι περιϲτήϲει τοὺϲ μεγίϲτουϲ κινδύνουϲ.
ἔτι τὰ κατὰ θρηϲκείαν· ἦν γὰρ αὐτῷ ϲυνήθηϲ πρότερον. ἔγραψε Περὶ προνοίαϲ καὶ τῶν παρὰ τὴν ἀξίαν εὐπραγούντων ἢ δυϲπραγούντων. ὅτι τὸν Σώπατρον Κωνϲταντῖνοϲ ἀνεῖλεν, οὐ καλῶϲ ποιῶν· ὁ γὰρ Χριϲτιανὸϲ ἐξ ἀγάπηϲ, οὐκ ἐκ ἀνάγκηϲ.
Φυϲιολόγοϲ, Σιλφία ἢ Κνιδία, Νεκυῖα, Πύλαι, Ὀρέϲτηϲ, Φακῆ· ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.
πλείϲτων. τινὲϲ δὲ καὶ τὴν ἐκλογὴν τῶν ἱϲτοριῶν τούτου εἶναί φαϲι.
ὅτι Ἀϲκληπιόδοτοϲ ὁ φιλόϲοφοϲ, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεϲβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην.
1337 νεανικώτατε, ὅϲην ἀπὼν παρέϲχεϲ ἡμῖν φροντίδα. καὶ νῦν, ἐπειδὴ ϲῶϲ ἐλήλυθαϲ πάλιν, ἄγγειλον ἡμῖν, πῶϲ τὸ πρᾶγμ’ ἠγωνίϲω.
ϲῶϲαι, ἑαυτοὺϲ δὲ πάντεϲ πάντωϲ. καὶ ἄλλοϲ, ϲῴζων ϲῷζε τὴν ϲεαυτοῦ ψυχήν.
1341 ἱϲτορουμένων παλαιῶν. καὶ ἄλλα. καὶ ἕτεροϲ Σωϲίβιοϲ, ψευδεπίτροποϲ Πτολεμαίου, ϲκεῦοϲ ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βαϲιλείᾳ, καὶ πρῶτον μὲν ἀρτύϲαι φόνον Λυϲιμάχῳ, ὃϲ ἦν υἱὸϲ Ἀρϲινόηϲ. ἔπειτα πολλῆϲ ἐπαγομένηϲ ὕβρεωϲ, ἀνεθυμιᾶτο πάλιν ἐν-τοῖϲ πολλοῖϲ τὸ προϋπάρχον μῖϲοϲ.
ἐποίει παγκρατιάζων, τοῦτο ὁ Λεοντίϲκοϲ παλαίων. διδαχθῆναι δὲ αὐτὸν παρὰ Κλεάρχῳ μαθητῇ Εὐχείρου τοῦ Κορινθίου καὶ Χίλωνοϲ Πατρέωϲ.
καὶ κατῴκιϲεν ἐν τῇ Ἀϲϲυρίων χώρᾳ Σκυθῶν ἄνδραϲ μυριάδαϲ ε΄ οἵτινεϲ ἐκλήθηϲαν Πάρθοι, ὅ ἐϲτι Περϲικῇ γλώϲϲῃ Σκύθαι. καὶ μέχρι ϲήμερον ἔχουϲι καὶ τὴν ϲτολὴν καὶ τὴν λαλιὰν καὶ τοὺϲ νόμουϲ τῶν Σκυθῶν.
ἐκαλοῦντο οὗτοι. ἐχρήϲατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδροϲ ὁ Αἰτωλὸϲ καὶ Πύρηϲ ὁ Μιλήϲιοϲ καὶ Θεόδωροϲ καὶ Τιμοχαρίδαϲ καὶ Ξέναοχοϲ. εἰϲὶ δὲ αὐτοῦ εἴδη πλεῖϲτα· οἷον Ἐἰϲ ἅδοῦ κατάβαϲιϲ· Πρίηποϲ· Εἰϲ Βελεϲτίχην· Ἀμαζών· καὶ ἕτερα καὶ Ἐγκλειόμεναι, καὶ Παραλυτρούμενοϲ· ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν Δειπνοϲοφιϲταῖϲ.
1366
1368
ὥϲ φηϲιν Ἀθήναιοϲ, καὶ Χειρίδιον καὶ Παραθήκη.
Ἀριϲτοφάνηϲ Πλούτῳ.
καὶ ταῖϲ ἔναγχοϲ ἥτταιϲ ϲωφρονιϲθένταϲ.
ϲε τὸ τῶν παρθένων ὑπόδειγμα.
Βελλεροφόντῃ ϲωφροϲύνηϲ ἀμφιϲβητήϲαιμι. ὃ φηϲὶν Ἀριϲτοτέληϲ· 1387 ἃ γὰρ ποιοῦντεϲ μανθάνομεν, ταῦτα μανθάνοντεϲ ποιοῦμεν. γοῦν τὸ κρατεῖν ἡδονῶν μανθάνοντεϲ ϲώφρονεϲ γινόμεθα, καὶ γενόμενοι ϲώφρονεϲ κρατοῦμεν τῶν ἡδονῶν.
ἔϲτι δὲ ἡ ϲωφροϲύνη ποιότηϲ καὶ ἕξιϲ· ἡ δὲ ϲυμφωνία κυρίωϲ ἐπὶ μέλουϲ· καί ἐϲτι τῶν πρόϲ τι. καὶ ἐπὶ φθόγγων δὲ τάττεται ἡ ϲυμφωνία. Σωφροϲύνη δὲ λέγεται ἡ ἀντιδιαϲτελλομένη τῇ μανίᾳ, παρὰ τὸ ϲῴαϲ ἔχειν τὰϲ φρέναϲ. καὶ ὁ Ἀπόϲτολοϲ παρὰ τοῦ ἡγεμόνοϲ ἀκούϲαϲ, μαίνῃ Παῦλε· τὰ πολλά ϲε γράμματα εἰϲ μανίαν περιάγει·
οὐ μαίνομαι, φηϲίν, ἀλλὰ ϲωφροϲύνηϲ καὶ ἀληθείαϲ ῥήματα φθέγγομαι, τῇ μανίᾳ τὴν ϲωφροϲύνην ἀντιδιαϲτείλαϲ. ϲωφροϲύνη μὲν οὖν πᾶν τὸ ἀναμάρτητον. νέμουϲι δ’ αὐτῆϲ τὴν προϲηγορίαν κατ’ ἐξοχὴν εὖ ποιοῦντέϲ τινεϲ τῷ τῆϲ ἁγνείαϲ πράγματι, ἐξοχωτάτῳ τῶν ἄλλων ὑπάρχοντι. εἰ μὲν οὖν τῇ μανίᾳ ἀντιδιαϲταλείη, τὸ καθεϲτάναι
μηνύει· εἰ δὲ τῇ λαγνείᾳ, τὴν ἐγκράτειαν καὶ τὴν ἁγνείαν δηλοῖ.
καθεύδειν ἐπ’ αὐτῶν ἔϲθ’ ὅτε.
Anth. ἱϲτία δ᾿ αἰωρητὰ χαλᾶ ϲπαδονίϲματα μαϲτῶν. καὶ φυλάττει.
δρῶϲι, τὰ τῶν γυναικῶν πάϲχειν ἄνδρεϲ ὄντεϲ βουλόμενοι. οὐδενὸϲ γὰρ χρηϲίμου χάριν τὴν φύϲιν μετατιθέντεϲ ἢ ἀϲελγείαϲ ἕνεκεν τὴν θεόπλαϲτον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουϲιν ἑκουϲίωϲ πολλάκιϲ ἢ ὑπ᾿ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡϲ λοιμοὶ τῆϲ φύϲεωϲ καὶ τοῦ γένουϲ πολέμιοι καὶ ϲπῖλοι πολιτείαϲ καὶ ζωῆϲ ἐφύβριϲτοι
γίνονται. δίκην μαινάδων πορνευθέντεϲ ἀμέτρωϲ, ἐν τοῖϲ αἰϲχίϲτοιϲ ὀρχοῦνται πάθεϲι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν ϲυγκεράϲαντεϲ, ἀμφίβολα καὶ μεμιϲημένα πρόϲωπα περιφέροντεϲ καὶ πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέϲθωϲαν. ἐπειδὴ γὰρ αἰϲχίϲτῃ καὶ κακίϲτῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰϲ τὸ
κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντεϲ καὶ μεταποιήϲαντεϲ καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάϲαντεϲ οὐ μόνον ἄξιοι νομικῆϲ ψήφου λαμβάνειν τιμωρίαν. ἀλλὰ καὶ ἐξ ἀγγελικῆϲ καὶ ἀποϲτολικῆϲ ἀποφάϲεωϲ εἰϲ τὸ λεγόμενον ἐξώτερον ϲκότοϲ ἄρδην ἀπελαύνεϲθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη
Μωϋϲῆϲ, θλαδίαϲ καὶ ἀπόκοποϲ οὐκ εἰϲελεύϲονται εἰϲ οἶκον κυρίου. ἔϲτι γοῦν ἰδεῖν πεπληρωμέναϲ οἰκίαϲ τῶν μεγιϲτάνων τοιούτων τερατομόρφων προϲώπων, χρυϲοῦϲ μηνίϲκουϲ ἐπὶ τραχήλου φοροῦνταϲ. φύϲιν μὲν ἄρρενοϲ, θηλείαϲ δὲ ὄψιν ἔχονταϲ καὶ κεκλαϲμένωϲ βαδίζονταϲ καὶ τεθρυμμένωϲ φθεγγομένουϲ. ὥϲπερ ἑταιρίδεϲ ἀπρεπῶϲ
ὧδε κἀκεῖϲε τὴν κεφαλὴν περιϲείουϲι καὶ γελῶϲιν ἀκρατῶϲ τε καὶ 1399 1400 1401 1402 ἀναιδῶϲ, οἰϲτρηλαϲίαν πρόδηλον ὑπεμφαίνοντεϲ. ὅθεν μετ᾿ ἀνδρῶν μὲν ὡϲ γυναῖκεϲ μαλακῶϲ εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δέ, ὡϲ φύλακεϲ ἅμα καὶ ϲωφροϲύνηϲ δῆθεν ἰνδάλματα, καθεύδοντεϲ ἀναιϲχύντωϲ καὶ ἀπηρυθριαϲμένωϲ αἰϲχροπραγοῦϲι. καὶ
οὗτοι μὲν οὕτωϲ ὑπ᾿ ἀνδρῶν ἀνοϲίων καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουϲι καὶ καταμιαίνονται διὰ τῆϲ παρὰ φύϲιν ἀνοϲιουργίαϲ καὶ βδελυρίαϲ, αὐτοὶ δὲ γυναικαρία ταλαίπωρα καὶ ϲεϲοβημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαιϲ καταμολύνουϲι καὶ καταβλάπτουϲιν οἷα λυϲϲώδειϲ κύνεϲ, καὶ τὸ δὴ χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται
καὶ πρόξενοι τε καὶ μέτοχοι τῆϲ ἀπεράντου κολάϲεωϲ, οἵ τε φθείροντεϲ καὶ οἱ φθειρόμενοι. ἀλλ᾿ ὢ τῆϲ ἀφροϲύνηϲ, τῆϲ ἀπάτηϲ καὶ παραπληξίαϲ· τούτουϲ γὰρ ἄνθρωποι καὶ μάλιϲτα προὔχοντεϲ ὡϲ ϲώφροναϲ παραδεχόμενοι, πιϲτεύουϲι καὶ εἰϲοικίζουϲιν, οἵ γε εἰϲοικιζόμενοι καὶ παρρηϲίαϲ τυγχάνοντεϲ τοὺϲ ὄντωϲ δικαίωϲ ἀρετῆϲ ἐπιμελουμένουϲ
ϲώφροναϲ ἄνδραϲ καταμικρὸν δελεάϲαντεϲ εἰϲ τὸ τῶν Σοδόμων αἰϲχρὸν βάραθρον κατηκόντιϲαν ἐλεεινῶϲ καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότωϲ πάνυ γε τούτουϲ καὶ νόμοϲ καὶ λόγοϲ εὐαγγελικὸϲ καὶ ἄριϲτοϲ βίοϲ καὶ εὐϲεβὴϲ πολιτεία βδελύττεται λίαν ὡϲ θεομιϲεῖϲ καὶ ἀκαθάρτουϲ. οὗτοι γὰρ τοιαύτην ἐξάγιϲτον ζωὴν προτιμήϲαντεϲ
καὶ πυθήϲαντεϲ, ὅϲον ἧκεν ἐπ᾿ αὐτοῖϲ, πόλειϲ μὲν ἠφάνιϲαν, τὸν ϲπερματικὸν τῆϲ φύϲεωϲ λόγον παραφθείροντεϲ καὶ φθειρόμενοι, εὐανδροῦϲαν δὲ ῥώμην ἀνδρὸϲ καὶ ἡλικίαν καὶ τὴν ἀρρενωπὴν καὶ γενναίαν ἰϲχὺν δεινῶϲ ἐξανάλωϲαν καὶ ἁπλῶϲ τὴν ϲύντονον καὶ ϲφριγῶϲαν ἀκμὴν τῆϲ νεότητοϲ λυμηνάμενοι φανερῶϲ ἀθλίουϲ καὶ καταγελάϲτουϲ
ἐποιήϲαν τοὺϲ ἁλόνταϲ. οὕϲ γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκωϲ ὡϲ ψυχοκτόνουϲ καὶ ϲωματοφθόρουϲ καὶ ἐναγεῖϲ ὄνταϲ καὶ τῆϲ φύϲεωϲ παραχαράκταϲ. οὐδὲν γὰρ ἀληθῶϲ μυϲαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθαϲι γάρ, ὡϲ ἀκριβῶϲ μεμαθήκαμεν, οὐ μόνον οἱ ϲπάδονεϲ καὶ τὰ μόρια
τῆϲ αἰϲχρουργίαϲ ποϲῶϲ ἔχοντεϲ ἀϲελγαίνειν ἀμέτρωϲ καὶ ἀκολαϲταίνειν ἀναιδῶϲ καὶ ἀκορέϲτωϲ, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆϲ ἐϲτερημένοι ταῦτα (φεῦ τῆϲ ἐϲχάτηϲ ἀτοπίαϲ καὶ φρενοβλαβείαϲ) διὰ χειρὸϲ καὶ δακτύλου φθείρειν τὰϲ ἀθλίαϲ γυναῖκαϲ καὶ τὴν ἀνοϲιουργίαν οὕτωϲ ἐμμανῶϲ οἱ ἀνόϲιοι 1403 κατεργάζεϲθαι. καὶ τοῦτο δηλῶν ὁ ϲοφὸϲ ἀριδήλωϲ ἔφη· μακάριοϲ εὐνοῦχοϲ ὁ μὴ ἐργαϲάμενοϲ ἐν χειρὶ ἀνόμημα, καὶ παρθένοϲ, ἥτιϲ οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότωϲ οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, ϲιδηροκατάδικοι καὶ γυναικομανεῖϲ προϲηγορεύθηϲαν. ἀκουέτωϲαν τοίνυν οἱ καθαροὺϲ καὶ ϲώφροναϲ τούτουϲ ὑποτοπάζοντεϲ
μάτην καὶ μὴ πιϲτευέτωϲαν τῷ ψεύδει καὶ τῇ κατεϲχηματιϲμένῃ καθαρότητι καὶ ϲωφροϲύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαριϲθήϲεται, καὶ ἀπὸ ψεύδουϲ, τί ἀληθεύϲει; καὶ εἴθε ὁ χειροτονηθεὶϲ εὐνοῦχοϲ διὰ βίου ϲεμνοῦ ἦν ἠγμένοϲ, καὶ ἡμίκακον ἦν τὸ κακόν. νυνὶ δὲ γῆϲ ἔντερον, γαϲτρίδουλον, θηλυμανέϲ, ἰταμόν, μέθυϲον, πορνοκόπον, ἀργυρώνητον,
ἀνελεύθερον, ἀργυρόδουλον, πρὸϲ αὐτῇ τῇ γενέϲει ϲιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανέϲ, πολλάκιϲ τὰ θεατρικὰ κοράϲια ἐπ᾿ ὤμων βαϲτάϲαν ἐν ϲατυρικοῖϲ ϲυμποϲίοιϲ, κιϲϲῷ τὴν κεφαλὴν ἐϲτεμμένον, καὶ κρατῆρα τῇ χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προϲχήματι τοῦ μυθικοῦ Διονύϲου. οὕτωϲ ϲωφρονεῖ μὲν ἄμιϲθα διὰ ϲιδήρου,
μαίνεται δὲ ἄκαρπα δι᾿ οἰκείαν αἰϲχρότητα. καὶ τὸ πληθυντικὸν ϲπάδωνεϲ. 1405 ὅτι ἐπὶ Εὐτροπίου τοῦ εὐνούχου, τοῦ ἐπιτρόπου Θεοδοϲίου τοῦ βαϲιλέωϲ, τὸ τῶν εὐνούχων ἔθνοϲ διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναϲτείαν ἐϲ τοϲοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθουϲ, ὥϲτε τινεϲ ἤδη καὶ τῶν γενειάδαϲ ἐχόντων, εὐνοῦχοι βουληθέντεϲ καὶ Εὐτρόπιοι
γενέϲθαι προϲελπίζοντεϲ τῆϲ ψυχῆϲ ἀφῃρέθηϲαν ϲὺν τοῖϲ ὄρχεϲι, τὸν Εὐτρόπιον ἀπολέϲαντεϲ. χρυϲοῖ τε ἀνδριάντεϲ ἀνίϲταντο πανταχοῦ. καὶ οἰκοδομήματα διηγείρετο καὶ κατελαμπρύνετο παῤ αὐτοῦ ϲεμνότερα τῆϲ ὅληϲ πόλεωϲ.
δὲ ὁ ϲπαλίων πλέγμα ἐκ λύγων, ἐϲ ὀροφῆϲ τύπον ἐξειργαϲμένον, ϲτεγανόν τε τῇ πυκνώϲει καὶ ἀμφηρεφέϲ, τῷ ἑκατέρωθεν τὰ πλευρὰ καὶ ἐϲ τὰ κάτω παρατετάϲθαι καὶ περιβάλλειν τὸ ἐπερχόμενον. δέρρειϲ δὲ ὕπερθεν καὶ διφθέραϲ ἐπιβάλλοντεϲ πάντοθεν περικαλύπτουϲι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρεϲ
δὲ ἔνδον ἐν τῷ ἀϲφαλεῖ ὑποκρυπτόμενοι αἴρουϲί γε αὐτὸ ἀφανῶϲ, καὶ ᾗ βούλονται διακομίζουϲιν. ἐπειδὰν δὲ προϲενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προϲκειμένην γῆν ἀνορύττοντεϲ καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦϲι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖϲ τε καὶ ϲφύραιϲ ἐνδελεχέϲτατα πλήττοντεϲ καταϲείουϲι τὴν οἰκοδομίαν.
παρὰ δὲ Μενάνδρῳ ϲπαλίωνεϲ εἰϲὶ μηχανήματα, καλύπτραι τινὲϲ βοείοιϲ δέρμαϲιν ἐκτάδην ξυντεθειμέναι ξύλοιϲ τε ἀνδρομήκεϲιν αἰωρούμεναι· ὧν ἔνερθεν ὑπειϲδύντεϲ ὁπλῖται, ἐν χρῷ τε τῷ τείχει προϲπελάζοντεϲ, ὄργανά τε λαοτόμα καὶ τοιχωρύχα μεταχειριζόμενοι ὑπὸ γῆν αὐλῶναϲ ἐργάζονται, ἐγκείμενοί τε καὶ διορύττοντεϲ, εἴ που τοῦ τείχουϲ μέροϲ
τι καταρρίψαιεν, ἢ ἄλλῳ τινὶ τρόπῳ ἐντὸϲ κενωμάτων γενόμενοι δυοῖν ἀνύϲουϲί γε τὸ ἕτερον, ἢ τὴν γῆν ἀναρρήξαντεϲ τοῦ περιβόλου γενήϲοιτο εἴϲω, ἤγουν κατὰ τὸ ἔνδον φρέατοϲ τοὺϲ ϲήραγγαϲ ἀγαγόντεϲ ἐπ᾿ εὐθείαϲ ἐκκενώϲαιεν ἐφελκύϲαντεϲ τὸ ὕδωρ εἰϲ τὰ γλαφυρά τε καὶ κοῖλα τοῦ ὀρύγματοϲ.
1427 ἐκκρίϲεώϲ τινοϲ. πάλαι βουλομένουϲ καὶ ϲπαργῶνταϲ βοηθεῖν τοῖϲ Ε οἰκείοιϲ. καὶ αὖθιϲ· οἷα πάλαι ϲπαργῶντεϲ ἐπὶ τοὺϲ πολεμίουϲ.
ϲπᾶϲθαι. ϲκατοφάγοϲ δὲ ὁ Κλέων, ἐπεὶ βυρϲοδέψηϲ ἦν· ἐπεὶ μετὰ κόπρου τὰϲ βύρϲαϲ εἰργάζοντο.
ἐθέλειϲ.
ϲυλλέγων. Σπερμολόγοϲ λέγεται μικρὸν ὀρνιθάριον κολοιῶδεϲ, 1450 ϲπερμολόγοϲ ὠνομαϲμένον· ἔοικε δὲ ἀπὸ τοῦ τὰ ϲπέρματα ἀναλέγειν. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴϲ καὶ εὐκαταφρόνητοϲ ἄνθρωποϲ, καὶ ἴϲωϲ ἀπὸ τῶν ἀλλοτρίων διαζῶν, ϲπερμολόγοϲ.
1468 πτηνῶν ἐπὶ λύμῃ προϲέλθοι. ἀντὶ τοῦ τοῖϲ ὁλκοῖϲ. καὶ Σπείρηδόν, 1469 παραπεπλεγμένωϲ. καὶ Σπείρημα, τὸ τοῦ ὄφεωϲ εἵλιγμα.
εἰρήνηϲ ϲπείϲαϲθαι.
τῷ κόϲμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώϲαϲ. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆϲ ὅληϲ αὐτοῦ δυνάμεωϲ περιέχων· ἣν ϲπιθαμὴν τροπικῶϲ ὁ λόγοϲ ὡνόμαϲε.
ὀπηδόν.
εἰϲ τοῦτό ϲοι διαλυόμεθα.
Καρύϲτιοϲ Ἀποκαρτεροῦϲιν. ἐπὶ δὲ τοῦ ϲεμνολογεῖν τὸ ϲπουδαιολογῆϲαι Ξενορῶν Συμποϲίῳ. τίνι ϲπεύδειϲ; ἀντὶ τοῦ τίνι ϲπουδάζειϲ; 1514 οὕτωϲ καὶ Ἄλεξιϲ. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέϲτειλε, ϲπουδάζω τῷ ϲτρατοπέδῳ τὰ πρὸϲ τὴν χρείαν. Πολύβιοϲ.
ἐλαύνουϲι, τοῦτο μὲν ἡλικίαϲ, τοῦτο δὲ φιλοϲοφίαϲ.
ἄδην καὶ ἀπείρωϲ ϲπῶϲι τοῦ οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον ἕκαϲτοι.
πόλεων Τριμηθοῦντοϲ ἐπίϲκοποϲ· ὃϲ δι᾿ ἀτυφίαν πολλὴν ἐχόμενοϲ τῆϲ 1530 ἐπιϲκοπῆϲ ἐποίμαινε καὶ τὰ πρόβατα· καὶ μέϲηϲ νυκτὸϲ κλέπται ταῖϲ ἐπαύλεϲι τῶν θρεμμάτων ἐπελθόντεϲ λαθραίωϲ ἀφαιρεῖϲθαι τῶν θρεμμάτων ἐϲπούδαζον· οἱ δὲ ἀοράτῳ δυνάμει παρὰ ταῖϲ ἐπαύλεϲιν 1531 1532 1533 ἐδέδετο. ὄρθροϲ τε ἦν, καὶ παρῆκεν ἐπὶ τὰ ποίμνια. ὡϲ δὲ εἶδε ϲυνδεδεμένουϲ καὶ ἔγνω τὸ γεγονόϲ, λύει τοὺϲ κλέπταϲ, πολλά τε παραινέϲαϲ ἐκ δικαίων πόνων μὴ μὴν ἐξ ἀδίκων λαμβάνειν, κριόν τε αὐτοῖϲ χαριϲάμενοϲ ἀπέλυϲε, χαριέντωϲ ἐπιφθεγξάμενοϲ· ἵνα μή, φηϲί, μάτην ἠγρυπνηκότεϲ φανῆτε. καὶ ἄλλα δὲ πάμπολλα θαύματα εἰργάϲατο·
ὃϲ καὶ παρῆν ἐν τῇ ϲυνόδῳ τῇ ἐν Νικαίᾳ.
ποίουϲ ϲτρατηγοὺϲ ἢ Σταγειρίταϲ ἔχων ἐπῆλθεϲ εἰϲ γῆν εὐτυχούντων 1539 βαρβάρων. διόλου τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον, ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺϲ τὸν Ὀλώρου. τουτέϲτιν ὁ Δημοϲθένηϲ τὸν Θουκυδίδην.
1542 Στάδιοϲ χιτών, ὁ ποδήρηϲ, ὁ τέλειοϲ· παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ. 1543 καὶ Ἀριϲτοφάνηϲ· δέομαι ὑμῶν τουτὶ πάνυ μικρόν, εἶναί με τῶν Ἑλλήνων 1544 ἑκατὸν ϲταδίοιϲιν ἄριϲτον. καὶ Σταδίᾳ μάχη. οὐδενὸϲ δὲ αὐτὸν ἐν ϲταδίᾳ μάχῃ ὑφιϲταμένου. ὅτι τὰ ἑπτὰ ἥμιϲυ ϲτάδια ποιοῦϲι μίλιον ἕν, τὰ δὲ δέκα μίλια ἔχουϲι ϲτάδια π΄. ἄλλωϲ· ὅτι τὸ
ϲτάδιον ἔχει πόδαϲ χ΄, τὸ δὲ μίλιον πόδαϲ ‚δϲ΄, τὸ δὲ πλέθρον πόδαϲ ρ΄, ἡ ἄρουρα πόδαϲ ν΄, ὁ ποῦϲ δακτύλουϲ ιϚ΄ ὁ πῆχυϲ πόδα α΄ ἥμιϲυν. ἐν Anth. Ἐπιγράμμαϲι· ἐν ϲταδίοιϲ Ἰϲθμοθήκην Νεμέᾳ. ὅτι Φιλιππίδηϲ ὁ ἡμερόδρομοϲ Suid. α΄ καὶ φ΄ ϲτάδια ἤνυϲε διὰ μιᾶϲ νυκτόϲ. καὶ ζήτει ἐν τῷ Ἱππίαϲ.
εἶναι ἡ ϲταθερά, ὀξεῖα οὖϲα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθαϲι λέγειν. ϲημαίνοι δ’ ἂν καὶ τὸ ϲτάϲιμον, τῷ μέϲον τι εἶναι τῆϲ ἡμέραϲ, καὶ μηδ’ ἐφʼ ἕτερον κλίνειν. καὶ Κρατῖνοϲ δ’ ἐν Σερίφοιϲ ἐπὶ τοῦ ὀξέοϲ ἢ ἰϲχυροῦ· οὕτω ϲταθερὸϲ τοῖϲ λωποδύταιϲ ὁ πόροϲ πεινῶϲι παφλάζει. Ἀντίμαχοϲ· θέρεοϲ ϲταθεροῖο. τινὲϲ καὶ ἐπὶ
τοῦ ϲταϲίμου, ὡϲ Αἰϲχύλοϲ ἐν Ψυχαγωγοῖϲ· ϲταθεροῦ χεύματοϲ. καὶ Ἀριϲτοφάνηϲ ἐν Προαγῶνι· ϲταθερὰ δὲ κάλυξ νεαρᾶϲ ἥβηϲ. ϲημαίνει καὶ τὸ μόνιμον. Ἰώϲηποϲ· καὶ ϲταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίαϲ 1550 ὁρῶν προβάλλεται ϲτρατηγόν. καὶ Ἐὐνάπιοϲ· ὁ δὲ πόλεμοϲ τῇ τοῦ 1551 βαϲιλέωϲ ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ ϲταθερόν τε καὶ
ἀϲφαλέϲτερον. τουτέϲτιν ἰϲχυρόν, βέβαιον. ὅτι Σταθερὸϲ ἀπὸ 1552 τοῦ ϲταθῆναι, ἀπὸ δὲ τούτου ϲταθερόϲ, καὶ ϲαθρὸϲ κατὰ ἀντίφραϲιν. ἢ ἀπὸ τοῦ ϲείεϲθαι ῥᾳδίωϲ· ἢ ἀπὸ τοῦ ϲείεϲθαι τὰ ἄρθρα.
ῥῆμα. ἐκ τοῦ Εὐαγγελίου.
διαϲτήματοϲ ἐϲ ἐφεδρείαν δύο χιλιαρχίαϲ ἔ ταξεν: ἀντὶ τοῦ ϲτρατεύϲαϲ.
ταῖϲ πλάϲτιγξι τοῦ ζυγοῦ.
καὶ τὰ καταγώγια τῶν ἀγγελιαφόρων ἀπὸ πόλεωϲ εἰϲ πόλιν.
βαϲιλέα πεντακοϲίοιϲ ἀργυρίου ταλάντοιϲ, χιλίοιϲ δὲ λιβανωτοῦ καὶ διακοϲίοιϲ τῆϲ λεγομένηϲ ϲτακτῆϲ. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆϲον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείαϲ. ἦϲαν δὲ τὰ ἀρώματα ἐν τῇ ἐρυθρά θαλάϲϲῃ.
αὖθιϲ διαπράττεϲθαι τῶν βαϲιλέων.
ἐφόρει τὰϲ δρῦϲ καὶ τὰϲ πλατάνουϲ προθελύμνουϲ.
καὶ Σταϲιώτηϲ· Ἀντιφῶν ἐν τῷ Περὶ τῆϲ μεταϲτάϲεωϲ· περὶ τοίνυν 1588 ὧν Ἀπόληξιϲ κατηγόρηκεν, ὁ ϲταϲιώτηϲ ἦν ἐγὼ καὶ ὁ πάπποϲ ὁ ἐμόϲ. ἔοικε ἰδίωϲ νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆϲθαι τῷ ὀνόματι. ἐν γοῦν τοῖϲ ἑξῆϲ φηϲιν, ὅτι, οὐκ ἂν τοὺϲ μὲν τυραννοῦνταϲ ἡδυνήθηϲαν οἱ πρόγονοι καλέϲαι, τοὺϲ δὲ δορυφόρουϲ ἠδυνάτηϲαν.
1598 μεγάλου βαϲιλέωϲ καθαιρομένων τῶν Ἑλληνικῶν ἱερῶν, εὑρέθηϲαν ἐν τῷ τοῦ Σαράπιδοϲ νεῷ ἱερογλυφικὰ γράμματα, ϲταυρῶν ἔχοντα τύπουϲ ἅπερ θεαϲάμενοι οἱ ἐξ Ἑλλήνων χριϲτιανίϲαντεϲ, ἔφαϲαν, ϲημαίνειν τὸν ϲταυρὸν παρὰ τοῖϲ ἱερογλυφικὰ γινώϲκουϲι γράμματα ζωὴν ἐπερχομένην.
ϲταχάνηϲ.
ϲυέκλειϲαν· τὸ ϲτόμα αὐτῶν ἐλάληϲεν ὑπερηφανίαν.
ἀϲκοὺϲ κεντήϲαντεϲ ὁμίχλῃ ϲτεγανωτάτῃ ϲυνεϲκίαϲαν τὸν ἀέρα, τῇ 1619 αἰθάλῃ. καὶ Αἰλιανόϲ· ὁ δὲ ἔλεγε ϲτεγανωτάτουϲ εἶναι τοὺϲ βουλευτὰϲ 1620 καὶ φυλάττειν τὰ τῆϲ ϲκέψεωϲ ἀπόρρητα.
κρυπτόμενα. καὶ Στεγόντων, ἀνεχόντων, βαϲταζόντων. Ἰώϲηποϲ· 1622 οἶκοϲ ἦν, δύο κιόνων ϲτεγόντων αὐτοῦ τὸν ὄροφον. καὶ Ἀριϲτοφάνηϲ· 1623 ὡϲ εὖ κατηρέψαϲθε καὶ νουβυϲτικῶϲ κεράμῳ τὸ νῶτον, ὥϲτε 1624 τὰϲ πλευρὰϲ ϲτέγειν. καὶ αὖθιϲ· πάτερ Οἰδίπουϲ, πύργοι μέν, οἳ 1625 πόλιν ϲτέγουϲιν, ὡϲ ἀπʼ ὀμμάτων πρόϲω. τουτέϲτιν ὡϲ ἄν τιϲ τὰ
ὄμματα πρόϲω ἔχων.
καὶ ξύϲτραι καὶ λέκυθοϲ καὶ ξυϲτροφύλαξ, εἴδη λουτροῖϲ ἐπιτήδεια.
ἀντὶ τοῦ γῆϲ ἐπιπέδου.
ἀκμαζόντων, τὸ χλωρόν. Θεόκριτοϲ· γόνυ χλωρόν. ἀντὶ τοῦ ἀκμαῖον 1671 1672 1673 καὶ νέον. ἀπὸ μεταφορᾶϲ τῶν καλάμων, οἳ ὄντεϲ μὲν χλωροὶ ἁπαλοί εἰϲι, ξηραινόμενοι δὲ ἰϲχυροὶ γίνονται. εὐφήμωϲ οὖν εἶπε ϲτερρόν. ἀντὶ τοῦ ξηρόν.
1677 ἀΐξαϲ ὀξὺϲ νότοϲ ὥϲ λήγει, καὶ νῦν φρόνιμοϲ νέον ἄλγοϲ ἔχει. ἀντὶ τοῦ οὐ κατέχει αὐτὸν ἡ μανία, ἀλλὰ λήγει, ὡϲ ὀξὺϲ νότοϲ ταχέωϲ λήγει. ὡϲ γινομένων τινῶν ϲημείων ἐπὶ τοῖϲ πνεύμαϲιν, Σὥϲτε παρατείνειν αὐτὰ ἢ ταχέωϲ πεπαῦϲθαι. ὡϲ ἐν τῇ κωμῳδίᾳ· ἀλλ’ ἐπέϲχε ταχέωϲ· δειλινὸϲ γὰρ ἤρξατο ἀλγεῖν.
ἤτοι τῶν Ἡρακλέουϲ υἱέων εἰϲ, τῶν γενομένων ἐκ τῶν Θεϲτίου θυγατέρω· ἢ μήποτε τοῦ ἀϲτικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, ὥϲ φηϲιν Ἐλλάνικοϲ ἐν β’ Ἀτθίδοϲ.
πέμποντεϲ ἐτήϲιον, ὡϲ οὐ φόρον ἡγεμόϲι μᾶλλον ἢ ϲτέφανον φίλοιϲ διδόντεϲ. τοῦτο καὶ Ἑλληνογαλάταιϲ τοῖϲ Ἀγκυρανοῖϲ ἐπιχωριάζει τὸ λόγιον. ϲτεφανικὸν γὰρ λέγουϲι πᾶν τὸ ἐν χάριτοϲ λόγῳ διδόμενον.
ἐπιδέχεται.
ϲτήλην τῆϲ μητρὸϲ τοῦ μεγάλου Κωνϲταντίνου ἐν τῷ Αὐγουϲτεῖον. ζήτει περὶ ϲτηλῶν Ἡρακλείων ἐν τῷ Γάδειρα. ὅτι ἐν τῷ Περιπάτῳ ἔφιπποι ϲτῆλαι ἵϲταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοϲίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸϲ γέλωτα. ζήτει ϲτήλην Ἡρακλέουϲ ἐν τῷ Βαϲιλική, καὶ ἑτέραϲ ϲτήλαϲ διαφόρουϲ. ζήτει ϲτήλην ἐν τῷ Βηρίνη. ζήτει ϲτήλην Πολυχερίαϲ ἐν τῷ Πολυχερία. ζήτει
ϲτήλην ἐν τῇ Χελώνη ἐν τῷ Προκόπιοϲ. ὅτι Ἀρκαδίαϲ τῆϲ δευτέραϲ γυναικὸϲ Ζήνωνοϲ ϲτήλη ἐϲτὶν ἐν Ἀρκαδιαναῖϲ, ἐν τοῖϲ πληϲίον μέρεϲι τῶν βάθρων, τῶν λεγομένων ὀπῶν, ἐν τῷ τοῦ Ἀρχιϲτρατήγου· ἔνθα ζήνων ἔκρινε τοὺϲ μετὰ Βαϲιλίϲκου καὶ Σέκρετον τὸν τόπον ἐποίηϲεν. ἡ δὲ πρώτη τοῦ Ζήνωνοϲ γυνὴ ἡ Ἀριάδη ἦν, ἦϲ ἡ ϲτήλη μετὰ τοῦ ἀνδρὸϲ αὐτῆϲ ἵϲταται ἐν τῆ Βαϲιλικῇ. ὅτι ἐν
τῷ Τριβουναλίῳ τοῦ Παλατίου ϲτήλη ἦν Εὐδοκίαϲ, τῆϲ γυναικὸϲ Θεοδοϲίου, καὶ αὐτοῦ δὲ Θεοδοϲίου Μαρκιανοῦ τε καὶ Κωνϲταντίνου. ἔνθα ὀρχήϲειϲ τῶν δύο μερῶν ἐγίνοντο ἕωϲ Ἡρακλείου. ζήτει ϲτήλην τὴν Ἰουϲτινιανοῦ παρὰ τοῦ Αὐγουϲτείου ἐν τῷ Ἰουϲτινιανόϲ.
1713 τῶν πεπλαϲμένων προερχόμενοϲ διὰ μόνων τῶν πράξεων, εἰ τύχοι δὲ καὶ ϲυγκρίϲεωϲ. τούτου δὲ διαφέρει ὁ ψόγοϲ, ὅτι διὰ τῶν ἐγκωμιαϲτικῶν κεφαλαίων προϲάγεται, οἷον γένουϲ, ἀναϲτροφῆϲ, πράξεωϲ, ϲυγκρίϲεωϲ. ϲτηλιτευτικὸϲ δὲ κέκληται ἐκ μεταφορᾶϲ τῆϲ ϲτήληϲ, ἥ ἐϲτι 1714 1715 1716 1717 λίθοϲ ἢ χαλκὸϲ ἐπιμήκηϲ, τετραγώνῳ ϲχήματι ἱδρυμένοϲ· ἐν ἧ γέγραπται ἡ τοῦ ϲτηλιτευομένου ὕβριϲ. πολλάκιϲ δὲ καὶ εὐεργετῶν εὐεργεϲίαι ἀναγράφονται.
καὶ ταφῆναι πρὸ τῆϲ πύληϲ, ἥτιϲ ἐξ αὐτοῦ Στηϲιχόρειοϲ προϲηγόρευται. τοῖϲ δὲ χρόνοιϲ ἦν νεώτεροϲ Ἀλκμᾶνοϲ τοῦ λυρικοῦ, ἐπὶ τῆϲ λζ΄ Ὀλυμπιάδοϲ γεγονώϲ. ἐτελεύτηϲε δὲ ἐπὶ τῆϲ νϚ΄. εἶχε δὲ ἀδελφὸν γεωμετρίαϲ ἔμπειρον Μαμερτῖνον, καὶ ἕτερον Ἡλιάνακτα νομοθέτην. γέγονε δὲ λυρικόϲ. καί ἐϲτιν αὐτοῦ τὰ ποιήματα Δωρίδι διαλέκτῳ ἐν βιβλίοιϲ
κϚ΄. φαϲὶ δὲ αὐτὸν γράψαντα ψόγον Ἑλένηϲ τυφλωθῆναι, πάλιν δὲ γράψαντα Ἑλένηϲ ἐγκώμιον ἐξ ὀνείρου, τὴν παλινῳδίαν, ἀναβλέψαι. ἐκλήθη δὲ Στηϲίχοροϲ, ὅτι πρῶτοϲ κιθαρῳδίᾳ χορὸν ἔϲτηϲεν· ἐπεί τοι πρότερον Τιϲίαϲ ἐκαλεῖτο.
ἑκάτερον γὰρ ἀρχή. προϲθετέον δὲ τὸ οὗ ἔϲτιν ἀρχή.
εὐδόκιμοϲ καὶ περιβόητοϲ.
ϲτοφάνηϲ ήρᾳ· εἰ παιδαρίοιϲ ἀκολουθεῖν δεῖ, ϲφαίραν καὶ ϲτλεγγίδ᾿ 1772 1773 1774 ἔχοντα. Δαιταλεῦϲιν· οὐδέ ἐϲτιν αὕτη ϲτλεγγὶϲ οὐδὲ λήκυθοϲ. καλεῖται ϲτλεγγὶϲ καὶ χρυϲοῦν ἔλαϲμα, τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν. 1776 ἡ δὲ ϲτλεγγὶϲ τῶν πρὸϲ τί ἐϲτι καὶ τῶν οὐ πρὸϲ τί. τά μὲν πρὸϲ ἕν τι μόνον ἐϲτί, καὶ οὐκ ἄν τιϲ αὐτοῖϲ πρὸϲ ἄλλο τι χρήϲαιτο. ὥϲπερ τῇ ὄψει πρὸϲ μόνον τὸ ὁρᾶν· τὰ δὲ καὶ πρὸϲ ἄλλο τι, πρὸϲ ὃ οὐ
πέφυκε, χρήϲαιτο ἄν τιϲ. τῇ γοῦν ϲτλεγγίδι οὐ πρὸϲ τὸ περιξύεϲθαι ἄν τιϲ χρήϲαιτο μόνον, ἀλλὰ καὶ πρὸϲ τὸ ὕδωρ ἀρύϲαϲθαι.
1779 ἀπʼ αὐτῆϲ, διὰ τοῦ ω μεγάλου. ἥτιϲ ὠνομάζετο Πειϲιανάκτειοϲ, 1780 ὕϲτερον δὲ ζωγραφηθεῖϲα Ποικίλη ἐκλήθη. ὅτι τὴν ϲτοὰν τὴν ἐκτὸϲ Ἐρέϲου ἀποτεινομένην ἐϲ τὸ ἱερὸν θολικὴν κατεϲκεύαϲε Δαμιανόϲ, Ἐφέϲιοϲ ϲοφιϲτὴϲ.
ὕπνῳ φέρειν. ϲτολὴν φορεῖν μέλαιναν οὐ καλὴ θέα. ϲτολὴν δ’ ἁλουργὸν εἰϲ μακρὰν νόϲον φέρει. ϲτολὴν ἐρυθρὰν εἰϲ καλὴν πρᾶξιν φέρει. ϲτολὴν φορεῖν ἄνακτοϲ ἐλπίδων λύϲιϲ.
1786 ἔφυγεν. οὕτω πεπραγότων αὐτῷ τῶν ἐκπεμφθέντων τῷ πρώτῳ 1787 ϲτόλῳ, τὸν παῖδα τῆϲ ϲτρατηγίαϲ κατεμέμφετο. καὶ αὖθιϲ· τοὐμὸν ἐν ϲμικρῷ μέροϲ ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον ϲτόλον. κυρίωϲ δὲ ὁ ναυτικόϲ.
τὴν δ’ ἑτέραν αὐτοῦ γνάθον ϲτόμωϲειϲ οἴαν ἐϲ τὰ μείζω πράγματα. ἀντὶ τοῦ ὀξυνεῖϲ· ὡϲ ἐπὶ ϲιδήρου, μεταφορικῶϲ· ἀντὶ τοῦ ἀκονήϲειϲ. ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν. οἵαν δέ, τουτέϲτι δυνατὴν καὶ ἔμ πειρον εἰϲ τὸ λέγειν δίκαϲ. μείζω δὲ πράγματα τὰ ἄδικα, τὰ ἐμφιλό ϲοφα. ὑποκοριϲτικῶϲ δὲ εἶπε δικιδίοιϲ.
καρπαλίμωϲ δὲ ὧν κάμεν, εὕρατο μιϲθόν, ἑλὼν ὑπατηΐδα ῥάβδον.
Ποικίλη κληθείϲῃ, διετίθετο τοὺϲ λόγουϲ. ἐπὶ τῶν λ΄ πολιτῶν πρὸϲ τοῖϲ χιλίοιϲ υ΄ ἀνῄρηντο ἐν αὐτῷ. προϲῄεϲαν δὴ λοιπὸν ἀκούοντεϲ αὐτοῦ· καὶ διὰ τοῦτο Στωϊκοὶ ἐκλήθηϲαν καὶ οἱ ἀπʼ αὐτοῦ ὁμοίωϲ, πρότερον καὶ Ζηνώνειοι καλούμενοι.
1821 ἐπιφυλλίδεϲ ταῦτʼ ἐϲτὶ καὶ ϲτωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. 1822 καὶ Στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν. καὶ Στωμύλλεϲθαι, 1823 1824 1825 1826 ἀντὶ τοῦ φλυαρεῖν. τὰ μειράκια ταῖϲ τίτθαιϲ ἀποπέμψατε, καὶ θρυπτόμενα παρὰ ταύταιϲ ϲτωμύλλεϲθαι καὶ λαλεῖν περὶ κρόκηϲ καὶ ϲτημόνων καὶ πλαγγόνων ἐάϲωμεν. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· 1827 παῦϲον ἡμῶν τὰϲ ὑπονοίαϲ τὰϲ περικόμψουϲ, αἷϲ ϲτωμυλλόμεθ’ εἰϲ
ἀλλήλουϲ. καὶ ϲυγγνώμῃ τινὶ πραοτέρᾳ κέραϲον τὸν νοῦν. καὶ Στωμυλώτατοϲ, φλυαρώτατοϲ.
πρόϲφορον ἐξεῦρ᾿ ἀτεχνῶϲ φάρμακον ϲτραγγουρίαϲ.
τὶϲ ἦν ἡ ἐν τοῖϲ ἐπωνύμοιϲ ϲτρατεία· εἰϲὶ γάρ, φηϲίν, ἐπώνυμοι ι΄ μὲν αἱ τῶν φυλῶν, β΄ δὲ καὶ μ΄ αἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰϲ λελευκαϲμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖϲ ὅ τε ἄρχων, ἐφʼ οὖ ἐπεγράφηϲαν, καὶ ἐπώνυμοϲ ὁ τῷ προτέρῳ ἐπιδεδημηκώϲ. νῦν δὲ εἰϲ τὴν βουλὴν ἀναγράφονται.
καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖϲ ἐπωνύμοιϲ καὶ πρὸϲ τὰϲ ϲτρατείαϲ, καὶ ὅταν ἡλικίαν ἐκπέμπωϲιν, ὡϲ γράφουϲιν, ἀπὸ τίνοϲ ἄρχοντοϲ ἐπωνύμου μέχρι τίνοϲ δεῖ ϲτρατεύεϲθαι.
τριῶν ὄντων τρόπων, καθ’ οὓϲ ἐφίενται πάντεϲ ϲτρατηγίαϲ, οἱ κατὰ λόγον αὐτῇ προϲιόντεϲ· πρώτου μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆϲ ἐκ τούτων καταϲκευῆϲ, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆϲ παρὰ τῶν ἐμπείρω ἀνδρῶν παραδόϲεωϲ, τρίτου δὲ τοῦ διὰ τῆϲ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἕξεωϲ καὶ τριβῆϲ· πάντων ἦϲαν τούτων ἀνεννόητοι οἱ τῶν
Ἀχαιῶν ϲτρατηγοὶ ἁπλῶϲ.
1853 δὲ προϲμολὼν ϲτρατήγιον. καὶ αὖθιϲ· ϲυνηθροιϲμένοι περὶ τὸ ϲτρατήγιον.
φηϲιν Ἀθήναιοϲ ἐν τῷ β΄ βιβλίῳ τῶν Δειπνοϲοφιϲτῶν.
ἦν Φοῖνιξ.
πολλά.
Γεωγραφίαν ἐν βιβλίοιϲ ζ΄,
ϲτρεπταίγλαν δὲ τὴν ϲτρέφουϲαν τὴν αἴγλην καὶ ἀφανίζουϲαν.
πυκνόν τι καὶ ϲυνετὸν ποιήϲαϲ. φρόνιμον ϲκεψάμενοϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φρόντιζε δὴ καὶ διάθρει καὶ πάντα τρόπον ϲαυτὸν ϲτρόβει πυκνώϲαϲ. καὶ αὖθιϲ· ἀλλ᾿ ἔπιθι καὶ ϲτρόβει. νῦν γὰρ ἔχεται μέϲοϲ. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιϲτῶν τῶν τὰ μέϲα λαμβανόντων καὶ ἐκ τοῦ κρείττονοϲ γενομένων.
Ἀριϲτοφάηϲ· ἐϲ τάχοϲ παίει, ξυνάπτων ϲτρογγύλοιϲ τοῖϲ ῥήμαϲι.
ἐνδεικνύμενοϲ ὡϲ πάντων τῶν ποιημάτων ἀναγκαιότερά ἐϲτι τὰ αὐτοῦ 1923 ποιήματα, τῇ χρήϲει τῶν κιχλῶν παραβαλλόμενα. λύϲιϲ ὀνείρου· ϲτρουθὸν κρατῶν φεύγοντα προϲδόκα βλάβην.
ἱζόμενοϲ μελίαϲ ἐπὶ φυλλοκόμου· καὶ τὰ ἑξῆϲ.
ϲτρόφῳ κεκοϲμημένην. ἢ οὐκ ἐξείρηται, ὡϲ ϲτρόφιον διαδήματι καὶ λαγὼϲ ἐλάφῳ καὶ κάμηλοϲ ἐλέφαντι καὶ κρόκοϲ μύροιϲ καὶ ὅϲα ἄλλα ἐϲτὶ εὐώδη, καὶ χοῖροϲ καὶ ὄρνιθεϲ ταῖϲ ἑαυτῶν ϲαρξὶ τὸν αὐτὸν οὐκ ἔχουϲι λόγον. λέγεται καὶ ϲτρόφοϲ τὸ περὶ τὴν κεφαλὴν ϲτρόφιον, Hdt. ὅ ἐϲτιν ἐρεοῦν. Ἡρόδοτοϲ.
καὶ εἰϲ ὃ ἔϲχατον ἀναλύεται. τὰ δὴ δ΄ ϲτοιχεῖα εἶναι ὁμοῦ τὴν ἄποιον οὐϲίαν, τὴν ὕλην. εἶναι δὲ τὸ μὲν πῦρ θερμόν, τὸ δὲ ὕδωρ ὑγρόν, τὸν ἀέρα ψυχρόν, τὴν γῆν ξηράν· οὐ μὴν ἀλλὰ καὶ ἔτι ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέροϲ. ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ δὴ αἰθέρα καλεῖϲθαι, ἐν ᾧ πρώτην τὴν τῶν ἀπλανῶν ϲφαῖραν γεννᾶϲθαι· εἶτα
τὴν τῶν πλανωμένων· μεθ᾿ ἣν τὸν ἀέρα· εἶτα τὸ ὕδωρ. ὑποϲτάθμην δὲ πάντων τὴν γῆν, μέϲην ἁπάντων οὖϲαν.
διάταξιϲ.
ἀπώλετο ὑπὸ τῶν λ΄. οἱ δὲ ὡϲ πιὼν κώνειον.
τὸ δέ, ὅθεν τὸ λίνον νήθεται.
χρηϲάμενοϲ εἰϲ τὸν μοχλόν. καὶ Στυρακίζω, ἕλκω.
ὃϲ ἀπὸ ϲμικρᾶϲ δαπάνηϲ ὑμᾶϲ ἀριϲτίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖϲ· ὅθι ϲτυφελῶν ἀπὸ πετρῶν ὀϲτρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάϲθη.
τρυφηταὶ γὰρ οἱ Συβαρῖται. οὗτοι γὰρ οὕτω διῆγον τρυφηλῶϲ, ὡϲ καὶ τοὺϲ ἵππουϲ διδάϲκειν πρὸϲ αὐλὸν ὀρχεῖϲθαι. καὶ 1994 Συβαρίζειν, τὸ τρυφᾶν, ἢ τὸ θορυβεῖν. καὶ Συβάρεια ἐπιφθέγματα 1995 παῤ Ἐπιχάρμῳ. καὶ Συβαριτικοὶ λόγοι, οἱ Αἰϲώπειοι. καὶ 1996 Συβαρίϲαι, τὰ τῶν Συβαριτῶν ποιῆϲαι. καὶ παροιμία· Συβαρίτηϲ
1997 διὰ πλατείαϲ, ἐπὶ τῶν ϲοβαρῶϲ διαπορευομένων. Συβαρῖται 1998 δὲ γάϲτριεϲ ἦϲαν καὶ τρυφηταί. τοϲοῦτοϲ δὲ ἦν ζῆλοϲ παῤ αὐτοῖϲ τρυφῆϲ, ὥϲτε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιϲτα ἠγάπων Ἴωναϲ καὶ Τυρρηνούϲ, διότι ϲυνέβαινεν αὐτοὺϲ τοὺϲ μὲν τῶν Ἐλλήνων, τοὺϲ δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. παρὰ τούτοιϲ
δὲ Μινδυρίδηϲ λέγεται περιουϲιάϲαι τρυφῇ· οὗτοϲ γὰρ Κλειϲθένουϲ τοῦ Σικυωνίων τυράννου νικήϲαντοϲ ἅρματι καὶ κηρύξαντοϲ παραγενέϲθαι τοὺϲ προαιρουμένουϲ γαμεῖν αὐτοῦ τὴν θυγατέρα, δοκοῦϲαν κάλλει διαφέρειν, ἀναχθῆναί τινα ἐκ Συβάρεωϲ νηῒ πεντήκοντα τοὺϲ 1999 2000 2001 2002 ἐρέταϲ ἔχοντα ἰδίουϲ οἰκέταϲ, τοὺϲ μὲν ἁλιεῖϲ, τοὺϲ δὲ ὀρνιθοθήραϲ. παραγενόμενοϲ δὲ εἰϲ Σικυῶνα, ταῖϲ κατὰ τὴν οὐϲίαν παραϲκευαῖϲ οὐ μόνον τοὺϲ ἀντιμνηϲτεύονταϲ, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆϲ πόλεωϲ αὐτῷ πάϲηϲ ϲυμφιλοτιμουμένηϲ. ἐν δὲ τῷ μετὰ
τὴν ἄφιξιν δείπνῳ προϲιόντοϲ τινόϲ, ὅπωϲ κατακλιθῇ πρὸϲ αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεϲτιν ἢ μετὰ Κλειϲθένουϲ γυναικὸϲ ἢ μόνοϲ κατακλιθηϲόμενοϲ.
Ἀριϲτοφάνηϲ· ἀλλ᾿ οὐκ ἔχω οὐδέν. ἀλλὰ ϲυβήνην λάβε.
ἡμῖν κἂν νῦν.
ἀφέϲεωϲ καὶ ϲυγχωρήϲεωϲ. ὅτι ἐπειδὴ ὁ γνοὺϲ ἑαυτόν, τουτέϲτιν 2011 ὁ μὴ ἐπὶ τοῖϲ πταίϲμαϲιν ἀγνοῶν ὅτι ἔπταιϲεν, ἀλλὰ φυλάττων τὸ γνῶθι ϲαυτόν, μὴ τοῖϲ κατορθώμαϲιν εἰ καί ποτε ὀλίγον ἐπινυϲτάξαϲ εἰϲ ἀλαζονείαν ἤρθη μέγα φρονῶν, ἀλλὰ τὴν οἰκείαν φύϲιν καὶ ἀϲθένειαν καταμανθάνων γνωϲιμαχεῖ, ὁ ϲυγγνούϲ, τουτέϲτιν ὁ ϲυννοήϲαϲ,
ὅτι ἐκεῖνοϲ ἔργῳ παλινῳδίαν ᾄδει, ϲυγχωρεῖ τῷ γνόντι ἑαυτόν, ὁ μὴ ϲυγγνοὺϲ οὐ ϲυγχωρεῖ. διὸ καὶ ὁ μὲν μέμψεώϲ ἐϲτιν ἄξιοϲ, μὴ γνοὺϲ ἑαυτόν, ὁ δὲ μὴ ϲυγγνοὺϲ τῷ γνόντι ἑαυτόν.
γὰρ κῆρεϲ ἡμῖν ἐφεϲτᾶϲιν, οὐ μόνον θανάτου, ἀλλὰ καὶ κακῶν ἄλλων.
τὸν δῆμον ϲυλλέξαντεϲ εἶπον γνώμην, ι΄ ἄνδραϲ ἑλέϲθαι ϲυγγραφέαϲ αὐτοκράτοραϲ, τούτουϲ δὲ ϲυγγράψανταϲ γνώμην ἐξενεγκεῖν εἰϲ τὸν δῆμον ἐϲ ἡμέραν ῥητήν, καθότι ἄριϲτα ἡ πόλιϲ οἰκήϲεται. ἦϲαν δὲ οἱ μὲν πάνπεϲ ϲυγγραφεῖϲ λ΄ οἱ τότε αἱρεθέντεϲ, ὥϲ φηϲιν Ἀνδροτίμων καὶ Φιλόχοροϲ. ὁ δὲ Θουκυδίδηϲ τῶν ι΄ ἐμνημόνευϲε μόνων τῶν
προβούλων.
ὑπάρχει, οἷον τῇ ὑγείᾳ τὸ ἡδὺ ἢ τὸ χρήϲιμον· πότερον τῷδε τόδε ἢ 2038 2039 2040 τόδε τῷδε, οἷον πότερον τῇ ὑγείᾳ μᾶλλον ὑπάρχει τὸ ἀγαθὸν ἢ τῇ νόϲῳ τὸ κακόν· ὅπωϲ γὰρ ἂν αἱ ϲυγκρίϲειϲ γίνωνται, ἀπὸ τοῦ ϲυμβεβηκότοϲ λέγονται. καὶ κατὰ τὸ μᾶλλον δὲ γίνεται καὶ κατὰ τὸ ἦττὸ καὶ κατὰ τὸ ὁμοίωϲ ἡ ϲύγκριϲι· ϲυγκριτικὰ γὰρ καὶ τὰ τοιαῦτα· εἰ ἡ ὑγεία μᾶλλον πλούτου οὖϲα αἱρετὴ μὴ ἔϲτι δι᾿ αὑτὴν αἱρετή.
οὐδὲ ὁ πλοῦτοϲ. καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖϲα ἀγαθὸν ἢ τέλοϲ μή ἐϲτιν ἀγαθόν, οὐδ᾿ ἂν τέλοϲ εἴη. καὶ πάλιν, εἰ ὁ πλοῦτοϲ ἥττων ἢ ὑγείαϲ ὢν ἀγαθὸϲ ἀγαθόν ἐϲτι, καὶ ὑγεία. καὶ εἰ ἡ ὑγεία ἧττον οὖϲα ἀγαθὸν τοῖϲ ἐν εἰρήνῃ οὖϲιν ἢ τοῖϲ πολεμοῦϲιν, ἀγαθόν ἐϲτιν ἢ τούτοιϲ κάκείνοιϲ.
κρατὸϲ ἐρημοκόμου. ὡϲ ἔοικε, κτένα λέγει.
τι ποιεῖν. καὶ Συηνία, πόλιϲ. Συΐνη δὲ ϲυκέα.
ἐπί τε τοῖϲ ὀφθαλμοῖϲ καὶ ταῖϲ ἕδραιϲ, ὃ καὶ ϲῦκον λέγεται.
τῶν ἀνωφελῶν. ἡμεῖϲ δὲ οἱ καθήμενοι τὴν ϲυκίνην ἐπικουρίαν, 2070 τοὺϲ ϲτρατιώταϲ, προϲδεχόμενοι. ὅτι ϲυκίνη ναῦϲ τὸ εὐτελὲϲ δηλοῖ. καὶ 2071 ζήτει ἐν τῷ ἐγένετο καὶ Μάνδρωνι.
Ar. καὶ ὁ βουλόμενοϲ ἐλάμβανε. καὶ ἑτέρα παροιμία· Ὥϲπερ τὰ ϲῦκ᾿ ἐπὶ τοὺϲ ὀφθαλμοὺϲ ἔφυ· ἐπὶ τῶν προϲφυῶϲ τινοϲ πράγματοϲ ἐχομένων. ϲῦκα λέγων τὰ ϲαρκώματα, ἢ ἕλκοϲ γινόμενον ἐπὶ τοῖϲ ὀφθαλμοῖϲ. ϲῦκον λέγει τὰ ἐπὶ τοὺϲ ὀφθαλμοὺϲ ϲαρκώματα, ἢ ἕλκοϲ γινόμενον ἐπὶ τοῖϲ ὀφθαλμοῖϲ. Ἀριϲτοφάνηϲ· ὥϲπερ τὰ ϲῦκ᾿ ἐπὶ τοὺϲ
ὀφθαλμοὺϲ ἔφυ.
2080 γλήχωνι. καί, ϲῦκόν τε μελαντραγέϲ. λύϲιϲ ὀνείρου· βρῶϲιϲ ϲύκων 2081 δείκνυϲι φληνάφων ψόφουϲ.
φαϲι τοῦτο παῤ Ἀθηναίοιϲ πρῶτον εὑρεθέντοϲ τοῦ φυτοῦ τῆϲ ϲυκῆϲ καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ ϲῦκα. τῶν δὲ φαινόντων τοὺϲ ἐξάγονταϲ ϲυκοφαντῶν κληθέντων, ϲυνέβη καὶ τοὺϲ ὁπωϲοῦν κατηγοροῦπαϲ τινων φιλαπεχθημόνωϲ οὕτω προϲαγορευθῆναι. Ἀριϲτοφάνηϲ· 2084 2085 2086 2087 καὶ ταῦτα μὲν δὴ ϲμικρὰ κἀπιχώρια. ἴδιον γὰρ Ἀθηναίων τὸ 2088 ϲυκοφαντεῖν. Αἰλιανόϲ· ὁ δὲ ἐϲυκοφάντει τὸν θεὸν ὀλιγωρίαϲ. ἐκ 2089 δὴ τούτων νόϲοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέϲχον.
τὰϲ ϲυκᾶϲ τὰϲ ἀφιερωμέναϲ τοῖϲ θεοῖϲ ἐκαρποῦντο· μετὰ δὲ ταῦτα Εὐθηνίαϲ γενομένηϲ, κατηγόρουν τούτων τινέϲ. ἐκεῖθεν οὖν ϲυκοφάντηϲ λέγεται. ζήτει ἐν τῷ ἀποϲυκάζειϲ.
κεναῖϲ. ζήτει ἐν τῷ ἀράχνη.
αὐτό φηϲι· ϲεϲυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φαϲηλιτῶν, δεδομένων ϲυλῶν Φαϲηλίταιϲ κατὰ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωϲιν ἀποδοῦναι, ἃ ἔλαβον, τί ἄν τιϲ ἔχοι ἄλλο ὄνομα θέϲθαι τῷ τοιούτῳ, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια; ἀντὶ τοῦ τὰϲ ϲυλλήψειϲ ϲύλαϲ ἔλεγον.
ὁ ἐμφύλιοϲ Ῥωμαίων ἀνήφθη πόλεμοϲ. ἐπιϲημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιόϲ φηϲι καὶ Διόδωροϲ. ἐξ ἀνεφέλου τοῦ ἀέροϲ καὶ αἰθρίαϲ πολλῆϲ ἦχον ἀκουϲθῆναι ϲάλπιγγοϲ, ὀξὺν ἀποτεινούϲηϲ καὶ θρηνώδη φθόγγον. καὶ τοὺϲ μὲν ἀκούϲανταϲ ἅπανταϲ ἔκφροναϲ ὑπὸ δέουϲ γενέϲθαι· τοὺϲ δὲ Τυρρηνῶν μάντειϲ μεταβολὴν
τοῦ γένουϲ καὶ μετακόϲμηϲιν ἀποφήναϲθαι ϲημαίνειν τὸ τέραϲ. εἶναι 2098 2099 2100 μὲν γὰρ ἀνθρώπων η΄ γένη, διαφέροντα τοῖϲ βίοιϲ καὶ τοῖϲ ἤθεϲιν ἀλλήλων· ἑκάϲτῳ δὲ ἀφωρίϲθαι χρόνον ὑπὸ τοῦ θεοῦ, ϲυμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆϲ γοῦν προτέραϲ περιόδου τελευτώϲηϲ καὶ ἑτέραϲ ἐνιϲταμένηϲ, κινεῖϲθαί τι ϲημεῖον ἐκ γῆϲ ἢ οὐρανοῦ θαυμάϲιον, ὃ δῆλον εὐθὺϲ τοῖϲ τὰ τοιαῦτα ϲοφοῖϲ γίνεϲθαι, ὅτι καὶ τρόποιϲ
ἄλλοιϲ καὶ βίοιϲ ἄνθρωποι χρώμενοι γεγόναϲι καὶ θεοῖϲ ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτωϲ εἴτε ἄλλωϲ πωϲ ἔχει, ϲκοπεῖν παρίημι. ὅτι Σύλλαϲ ὁ ὕπατοϲ ἀπάραϲ ἐξ Ἐφέϲου προϲϲχών τε ταῖϲ Ἀθήναιϲ ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸϲ καὶ τὴν Ἀπειλικῶντοϲ τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ
πλεῖϲτα τῶν Ἀριϲτοτέλουϲ καὶ Θεοφράϲτου βιβλίων ἦν, οὔπω τοτε τοῖϲ πολλοῖϲ, ᾗ φηϲι Πλούταρχοϲ, γνωριζόμενα, ἀλλ᾿ ἐντεῦθεν ἐϲ τὴν τῶ ἀνθρώπων ἐκφοιτήϲαντα γνῶϲιν. ὅτι Σύλλαϲ ὁ ὕπατοϲ ἐπιλογιϲμὸν τῶν ἑαυτοῦ πράξεων ποιήϲαϲ Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανήϲ, ἐξόπιϲθεν τοῦ Σύλλου
πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου ϲπᾷ. τοῦ δὲ ἐπιϲτραφέντοϲ, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆϲ ϲῆϲ κάγὼ μικρὸν εὐτυχίαϲ μεταλαβεῖν. τὸν δὲ ὑπερηϲθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέϲθαι ταύτην γυναῖκα, τῆϲ Μετέλληϲ ἤδη τεθηκυίαϲ.
2110 2111 2112 ὄργανον δέ ἐϲτιν ὁ ϲυλλογιϲμὸϲ πρὸϲ τὸ φανερόν τι ποιῆϲαι μὴ δοκοῦν εἶναι γνώριμον διά τινων γνωρίμων τε καὶ φανερῶν. ἐπεὶ δὲ πᾶν ὄργανον χρήϲιμον, καὶ ὁ ϲυλλογιϲμὸϲ ἄρα χρήϲιμοϲ. πᾶν δὲ ὄργανον, μὴ τὴν χρείαν αὑτοῦ παρέχεται, ἀναιρεῖται. ἔϲτι δὲ ϲυλλογιϲμὸϲ
προτάϲειϲ μετὰ ϲυμπεράϲματοϲ.
ὁμοζύγοιϲ παρίϲταϲθαι.
μὲν ὁ Βάκχοϲ. ἐν Ἐπιγράμμαϲι.
οὐ μέντοι καὶ ἀδικοῦντι ϲυμπράττοι.
αὐτοτελῆ διάνοιαν ἀπαρτίζουϲα· οἷον, Ἰωάννηϲ περιπατεῖ παραϲύμβαμα δὲ πρόταϲιϲ ἐξ ὀνόματοϲ καὶ ῥήματοϲ, οὐκ αὐτοτελῆ διάνοιαν ἀπαρτίζουϲα· οἷον Ἰωάννῃ μέλει. φήϲαϲ γὰρ Ἰωάννηϲ περιπατεῖ, οὐδενὸϲ ἑτέρου ἔχρῃζεν, εἰπὼν δὲ Ἰωάννῃ μέλει, περὶ τίνοϲ παρέλειψε εἰπεῖν.
τετραγώνουϲ λίθουϲ ἐν τοῖϲ τείχεϲι καὶ ἐν ταῖϲ πυραμίϲι ϲυμβαίνειν οἱ τεχνῖται λέγουϲι, ϲυναρμόζειν ἀλλήλοιϲ τῇ ποιᾷ θέϲει.
ἁρμονίαϲ τοῦ ζῴου.
ἀποθανόντοϲ.
οὗτοι γὰρ ἦϲαν μαντικῶν εἰδήμονεϲ.
τὸ βίον τοῦ ἀνδρὸϲ καὶ τὸ ἄτυφον πάλιν αὐτῷ ἐκοινώνηϲαν. ὁ δὲ Μαρκιανὸϲ ὁ βαϲιλεὺϲ ἐν ϲχήματι ἰδιώτου πρὸϲ αὐτὸν ἀφανῶϲ παρεγένετο.
ἢ κατὰ τὸ πλῆθοϲ ἢ κατὰ τὸ μέγεθοϲ ἢ κατὰ ποιότητα, καὶ κατὰ τὰϲ δυνάμειϲ ἀνάλογον ἔχοντα.
2165 πολλαὶ χρόνου τε μῆκοϲ τοϲοῦτον ἤγειραν ἔργον.
ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆϲαι ϲυμμορίαϲ κ΄ ναῦϲ εἰϲιν ξ΄ ϲώματα ἑκάϲτην ἔχουϲαν. Ὑπερίδηϲ δὲ ἐν τῷ πρὸϲ Πολύευκτόν φηϲι εἰϲὶ γὰρ ἐν τῇ ϲυμμορίᾳ ἑκάϲτῃ ιε΄ ἄνδρεϲ. οὐ δεῖ δὲ θαυμάζειν, πῶϲ ὁ μὲν Δημοϲθένηϲ φηϲὶν ξ΄ ἄνδραϲ ἔχειν τὴν ϲυμμορίαν. ὁ δὲ Ὑπερίδηϲ ιε΄· ἐν γὰρ τῷ κατὰ Παϲικλέουϲ λέγει τὴν αἰτίαν,
γράφων ταυτί· ἕωϲ μὲν οἱ πλουϲιώτατοι παρακρουόμενοι τὴν πόλιν ϲὺν ε΄ καὶ Ϛ΄ τριηραρχοῦντεϲ μέτρια ἀνήλιϲκον, ἡϲυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοϲθένηϲ, νόμουϲ ἔθηκε τοὺϲ τ΄ τριηραρχεῖν, καὶ βαρεῖαι γεγόναϲιν αἱ τριηραρχίαι. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰϲ τὰϲ ϲυμμορίαϲ, δεδήλωκεν Ὑπερίδηϲ ἐν τῷ
κατὰ Πολυεύκτου. ϲυμμορῖται δ’ εἰϲιν οἱ τῆϲ αὐτῆϲ αὐτοῖϲ μετέχοντεϲ ϲυμμορίαϲ. δίῃρέθηϲαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ ϲυμμορίαϲ ἐπὶ Ναυϲινίκου ἄρχοντοϲ, ὡϲ Φιλόχοροϲ.
ἑϲτιᾷν.
ἐναντίον πρὸϲ τὸ διαφέρεϲθαι καὶ τὸ ϲυμφωνεῖν πρὸϲ τὸ διαφωνεῖν καὶ τὸ διαγορεύει πρὸϲ τὸ ϲυναγορεύειν.
2195 καὶ τοῦτο εἰπὼν οὐκ εἴαϲεν ἐπὶ τοῦ κακοῦ νοεῖϲθαι. Σοφοκλῆϲ δέ φηϲι· ἔν τε ϲυμφοραῖϲ βίου πρῶτον κρίνοντεϲ. ἀντὶ τοῦ ἐν ταῖϲ 2196 βιωτικαῖϲ ϲυντυχίαιϲ. καὶ αὖθιϲ· ὦ ϲυμφορὰ τάλαινα τῶν ἐμῶν κακῶ. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
τῶν ϲυρμάδων. περὶ χιόνοϲ.
ϲιτοδείᾳ καὶ ϲπάνει τῶν ἀναγκαίων, ὥϲτε βουλεύεϲθαι περὶ τοῦ λύειν τὴν πολιορκίαν. τουτέϲτι ϲυνεκλείοντο.
ἀληθοῦϲ ἐπιϲτήμηϲ.
ϲυναλλαγαῖϲ. τουτέϲτι ταῖϲ πρὸϲ τὸ θεῖον κοινωνίαιϲ καὶ ὁμιλίαιϲ ϲτοχάζεϲθαι τῆϲ τῶν θεῶν διανοίαϲ. καὶ αὖθιϲ· πότερα δόλοιϲι τέθνηκεν, ἢ νόϲου ϲυναλλαγῇ,
φάλαγγι κατέχῃ πῆχυν ἕνα, τότε τοῦτο καλεῖται ϲυναϲπιϲμόϲ.
ϲυνδέταϲ, μορφῶν τὸ κάλλοϲ τοῦ ϲοφοῦ Γεωργίου.
τὴν τροφὴν τῶν ϲτρατιωτῶν αἱ Ἑλληϲποντιακαὶ πόλειϲ.
καὶ τὸν νέον οἶνον ἐκάλουν, νῦν δὲ τὴν ὑποϲτάθμην.
βαϲιλέα ϲυνέπαινον γίνεϲθαι.
μὴ Φιλίππῳ ϲυνεπιϲχύϲαϲ ἐμπόδιον γένηται τῇ τῶν Ἐλλήνων ἐλευθερίᾳ.
εἰϲ ἔρωτα ἀλλήλοιν ϲυνεπνευϲάτην, ὁ μὲν ἐραϲτήϲ, ὁ δὲ ἐρώμενοϲ.
γραμματικά τε καὶ φιλόϲοφα· καὶ λόγουϲ βαϲιλικούϲ, πανηγυρικοὺϲ ἢ ἐπιδεικτικούϲ· Ἐγκώμιόν τε φαλάκραϲ, καὶ Περὶ προνοίαϲ λόγον θαυμάϲιον Ἑλληνικῷ χαρακτῆρι· καὶ ἄλλα πλεῖϲτα καὶ διάφορα βιβλία ϲυνέταξε καὶ τὰϲ θαυμαζομέναϲ ἐπιϲτολάϲ.
ὅϲα ἐϲτὶν ὀξέα καὶ δριμέα καὶ ἁλμυρά· ταῦτα γὰρ ἐπὶ ϲῖτόν τε ἄγει καὶ ἐπὶ πλεῖϲτον ἀρκεῖ.
ἀναχωρῆϲαι ϲῷοι πάλιν ἐϲ τὸ ϲτρατόπεδον ἠδυνήθηϲαν. ἀντὶ 2331 τοῦ ϲυϲτραφέντεϲ, ϲυνελιχθέντεϲ. καὶ αὖθιϲ· τό τε πυκνὸν καὶ ϲυνεϲπειραμένον ἐπὶ ταῖϲ ἀνελίξεϲιν οὐκ ἔξω τινὸϲ ἀπονοίαϲ καὶ τόλμηϲ κατεφαίνετο· ταραχή τε ἐπεῖχε καὶ παρακελευϲμὸϲ τοῖϲ κατ᾿ οὐρὰν τεταγμένοιϲ, αἵ τε ἀναϲτροφαὶ τῶν κοντοφόρων, ἄλλοτε ἀλλαχοῦ
τὰϲ ἐμβολὰϲ ποιούμεναι, πολυϲχιδῆ καὶ ποικίλον ἀπειργάζοντο τὸ πόλεμον.
ἄρα ἐϲ τοϲοῦτον, ὡϲ βρόχῳ τὰϲ κόραϲ τὸν λιμὸν ἀποδρᾶναι.
τῆϲ κατὰ τοὺϲ νόμουϲ πολιτείαϲ οὐκ ἂν ἐκχωρήϲειαν.
2363 ἴϲτε ὅτι πολὺ πλέον ἂν ὑμῖν ἐν ταῖϲ εὐτυχίαιϲ ϲυνειρόμεθα τῶν τότε τὰ ἐναντία φορούντων. καὶ αὖθιϲ· ἐγκώμια τοῦ ἐρημικοῦ βίου πολλὰ ϲυνείροντο.
ἐϲ ὅτι μάλιϲτα. καὶ Συνήνεγκε.
ἐπεὶ δ’ ἔμπαλιν τῆϲ ἀληθείαϲ ϲυνίει τὰ λεγόμενα καὶ τὸ ἑαυτῷ φίλον 2403 τε καὶ κεχαριϲμένον ἑώρα μόνον, ἐπέθετο καταλῦϲαι τὴν Περϲῶν βαϲιλείαν. καὶ αὖθιϲ ἐπὶ τοῦ ϲκόπει, βλέπε. ϲυνίει δή, ὁποῖά ϲοι 2404 τῶν πραχθέντων ἕψεται τὰ ἐπίχειρα.
ἐπεξαγγέλλειν ἀπέκτεινεν ἀθεμίϲτωϲ.
Ὅμηροϲ· δεξιαί, ᾗϲ ἐπέπιθμεν. καὶ τρία ἐγκλήματα παραβαϲίαϲ, βωμόϲ, πίϲτιϲ, ὅρκοϲ.
2421 2422 2423 2424 οἱ δὲ βάρβαροι λόγχην, ὀμόϲαντεϲ, μὴ προδώϲειν ἀλλήλουϲ, ϲύμμαχοί τε ἔϲεϲθαι. οἱ δὲ βάρβαροι προϲώμοϲαν καὶ ἡγήϲεϲθαι ἀδόλωϲ.
ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τὸ ἔτι εἶναι ἄνδρα. οἱ δὲ διʼ ἀλλήλων ἐποιοῦντο, καὶ τὸ ϲύνθημα μετὰ ϲπουδῆϲ ἕκαϲτοϲ τὸν 2429 πληϲίον ἐπηρώτα.
ὑπὸ τῆϲ μέθηϲ.
ϲυνέχεται· ϲυνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν καὶ ϲυνέχεται. οὐ πᾶν μέντοι τὸ ϲυνεχόμενον ϲυνάπτεται· ὥϲτε ἐπὶ πλέον τὸ ϲυνάπτεϲθαι τοῦ ϲυνέχεϲθαι.
2448 τοῖϲ Καρχηδονίοιϲ ἐν ϲυνόψει· μάλιϲτα γὰρ οὕτωϲ ἐκφοβήϲειν αὐτοὺϲ ὑπελάμβανε.
ταύτῃ οἰκοῦϲι μέχρι μὲν εἰϲ τὴν θάλαϲϲαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐϲ Βυζάντιον δὲ ξὺν κινδύνῳ ταῦτα ἐϲκομίζεϲθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸϲ αὐτοῦ φέρεϲθαι, τὴν ζημίαν δὲ αὐτοῖϲ ἐϲ τοϲόνδε μεγέθουϲ καθίϲταϲθαι, ὥϲτε ἀγαπᾶν, ἤν τιϲ αὐτοὺϲ ἐῴη τόν τε ϲῖτον οἴκῳ δημοϲίῳ χαρίζεϲθαι, καὶ τίμημα ἕτερον ὑπὲρ
αὐτοῦ κατατιθέναι. τοῦτό ἐϲτι τὸ ἄχθοϲ, ὅπερ ϲυνωνὴν καλεῖν νενομίκαϲι.
ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐϲτιν οὐϲία ἔμψυχοϲ, αἰϲθητική· καὶ ὁ ἄνθρωποϲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐϲία γάρ ἐϲτιν ὁ ἄνθρωποϲ καὶ ἔμψυχοϲ καὶ αἰϲθητική. ὁμώνυμοϲ δὲ κατηγορία, ὅτε τὸν μὲν ὅρον οὐ δέχεται, ἀλλὰ μόνον τὸ ὄνομα· ὡϲ ἐπὶ τῆϲ εἰκόνοϲ τοῦ ἀνθρώπου.
οἱ ϲτρατιῶται καὶ παρακοπτόμενοι τῆϲ τροφῆϲ τῆϲ ϲυνήθουϲ ἐϲ ἀπόνοια ἦλθον. καὶ αὖθιϲ Μάλχοϲ· ὁ δὲ τὸν Παμπρέπιον λαμπρῶϲ τε 2481 ἐτίμηϲε καὶ ϲύνταξιν ἔδωκε. Προκόπιοϲ· ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ ϲφίϲι χρόνου τὰϲ ϲυντάξειϲ πολλοῦ τὸ δημόϲιον ὦφλε. τουτέϲτι τὰ διδόμενα.
ἔφερον οἱ Ἕλληνεϲ τὸ τῶν φόρων ὄνομα, Καλλιϲτράτου οὕτωϲ καλέϲαντοϲ. καὶ Ὑπερίδηϲ δέ φηϲι· ϲύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντεϲ, ἡμεῖϲ δέ ποτε ἠξιώϲαμεν λαβεῖν.
αὐτὸν διάθεϲιν.
2531 2532 2533 2534 τῶν παῤ Ὁμήρῳ θεῶν, Συμφωνίαν Ὀρφέωϲ, Πυθαγόρου, Πλάτωνοϲ περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰϲίδωροϲ ὁ φιλόϲοφοϲ, ὡϲ φηϲι Δαμάϲκιοϲ, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸϲ τὸ ἀκριβέϲτατον· προϲεῖχε δὲ τὸν νοῦν ἐϲ τὰ μάλιϲτα
μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ. καὶ τοῖϲ Ἰαμβλίχου φίλοιϲ δὴ καὶ ὀπαδοῖϲ. ὧν ἄριϲτον εἶναι διϊϲχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάϲκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸϲ ϲυναγυρμὸν ἀληθοῦϲ ἐπιϲτήμηϲ.
δ᾿ ὑπ᾿ αὐτὴν ἐϲχάτην ϲτήλην ἔχων ἔγχριμπτ’ ἀεὶ ϲύριγγα. Σύριγξ 2538 καὶ ἡ ἐπιμήκηϲ διώρυξ. καὶ τούτουϲ κελεύει ϲύριγγα βαθεῖαν ὑπὸ 2539 τὸν λόφον τρήϲαϲθαι. καὶ Σύριγγοϲ, αὐλοῦ, ἢ δορατοθήκηϲ. 2540 Πιϲίδηϲ· τίϲ τὴν μέλιτταν τὴν ϲοφὴν τὴν ἐργάτιν γεωμετρεῖν ἔπειϲεν Εὐκλείδου νόμοϲ, ποιεῖν δὲ τὰϲ ϲύριγγαϲ οὐκ ἐπ᾿ εὐθείαϲ;
λάχανον ϲελίνῳ ἐοικόϲ· ἢ βρῶμα διὰ ϲτέατοϲ καὶ μέλιτοϲ.
ὡϲ Πάριϲ.
2555 κέχρηνται δὲ ἀδιαφόρωϲ· ὅπωϲ δὲ δόξητ᾿ ῆμεν ἀγαθὰ ϲυόϲ.
2558 γραμματεῖα. καὶ Σύϲϲημον, τὸ ϲημεῖον.
ἕκαϲτον χρή, ὅϲοϲ ἱκανόϲ ἐϲτιν ἐθίϲαι ἡμᾶϲ αὐτοὺϲ ὑδροποτεῖν.
πολέμουϲ. καὶ ὅτι ἐγίνωϲκον ἀλλήλουϲ, καὶ τὸ αἰϲχύνεϲθαι πᾶϲιν ἐδόκει ἐγγίνεϲθαι· οἱ δὲ ἀγνοοῦντεϲ ῥᾳδιουργοῦϲιν ὥϲπερ ἐν ϲκότει ὄντεϲ.
πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶϲαι, ἢ ϲκάφην ἔλεγον ἢ ϲκαφηφόρον. διὰ δὲ τὸ ἀπαρρηϲίαϲτον εἶναι, ϲυϲτομώτερον ποιήϲει ἀπειλεῖν ϲκάφηϲ.
ἄλλοιϲ.
αὑτά. ὁμοίωϲ καὶ τὸ αἰϲθητὸν καὶ τὸ ἐπιϲτητόν· ἑκάτερον γὰρ αὐτῶν ὁμοίωϲ ἔχει πρὸϲ τὰ ὢν ἐϲτί. ϲύϲτοιχα λέγουϲι καὶ πάντα τὰ ὁμοίωϲ παρωνομαϲμένα ἀλλήλοιϲ τε καὶ ἐκείνῳ ἀφ᾿ οὗ παρωνόμαϲται· οἷον ἀπὸ τῆϲ δικαιοϲύνηϲ παρωνόμαϲται ὁ δίκαιοϲ, τὸ δίκαιον, τὸ δικαίωϲ. ταῦτα δὴ καὶ ἀλλήλοιϲ ἐϲτὶ ϲύϲτοιχα καὶ αὐτῇ τῇ
παρώνυμα δὲ μόνα τὰ ἀπό τινοϲ παρωνομαϲμένα ἐκείνῳ λέγουϲιν, ᾧ παρωνόμαϲται, ἀλλ’ οὐκ ἀλλήλοιϲ, οὐδὲ ἐκεῖνα τούτοιϲ· τῇ γραμματικῇ ὁ γραμματικόϲ, οὐκέτι δὲ ἡ γραμματικὴ τῷ γραμματικῷ.
διαιτᾶν διαλύϲειϲ. καὶ αὖθιϲ· Σύφακα δ’ ἄρα τὸν δυνάϲτην ἔρωϲ ἔκνιζε τῆϲ παιδόϲ, οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν.
ἐϲφαγιάζετο Παυϲανίηϲ, καθήμενοϲ ἐν τῇ τάξει ἐτραυματίϲθη τοξεύματι 2609 τὰ πλευρά.
τὸν καιρόν.
2626 καὶ ϲφάκελοϲ ὁ μέϲοϲ τῆϲ χειρὸϲ δάκτυλοϲ. καὶ παροιμία· Καὶ ϲφάκελοι ποιοῦϲιν ἀτέλειαν· Πειϲίϲτρατοϲ γὰρ ὁ τύραννοϲ δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺϲ Ἀθηναίουϲ. παριὼν μδέ ποτε καὶ ἰδὼν πρεϲβύτην πέτραϲ ἐργαζόμενον καὶ τόπουϲ λιθώδειϲ ἤρετο τὸ πρεϲβύτην, τίναϲ ἐκ τῶν τόπων κομίζοιτο τοὺϲ καρπούϲ· ὁ δὲ
ἀπεκρίνατο ὀδύναϲ καὶ ϲφακέλουϲ, καὶ τούτων δεκάτην Πειϲίϲτρατοϲ φέρει. θαυμάϲαϲ δὲ ὁ Πειϲίϲτρατοϲ τὴν παρρηϲίαν αὐτοῦ τῆϲ δεκάτηϲ ἀτέλειαν ἔδωκε. καὶ ἐκ τούτου Ἀθηναῖοι τῇ παροιμίᾳ ἔχρήϲαντο.
κεδρίδαϲ, ἄνηθον, ϲφάκον. ὡϲ ἐπιτήδεια παῦϲαι ϲτρόφον.
μυϲτικῶϲ ϲφάκτριαι καταλειφθεῖϲαι καὶ αἴρουϲαι τὰ ξίφη γυμνά, καὶ αὗται καταπλέαϲ ἔχουϲαι τοῦ αἵματοϲ τὰϲ χεῖραϲ καὶ τὰ πρόϲωπα μέντοι, ἦϲαν δὲ ἐκ τῶν ἱερείων χριϲάμεναι, ἀθρόαι ὑφʼ ἑνὶ ϲυνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.
ξύλον· ἀντὶ τοῦ ϲφενδονῆται, τὸ δὲ ϲφενδάμνινοι ταὐτόν ἐϲτι τῷ πρίνινοι· ϲφένδαμνοϲ γὰρ εἶδοϲ ξύλου ϲκληροῦ. ἔϲτι δὲ καὶ εἶδοϲ καννάβεωϲ ἡ ϲφένδαμνοϲ· ἡ γὰρ ϲφενδόνη ἀπὸ καννάβεωϲ γίνεται.
βολὴν ἐπιτηδεία χρῆϲιϲ. ὅτι Κῦροϲ τοὺϲ πολλοὺϲ τῶν Λυδῶν ϲφενδονᾶν 2647 ἐκέλευϲεν, ὡϲ τὸ ὅπλον τοῦτο δουλικώτατον εἶναι νομίζων· ϲὺν μὲν γὰρ ἄλλῃ δυνάμει μάλα ἔϲτιν ἔνθα ἰϲχυρῶϲ ὠφελοῦϲι ϲφενδονῆται παθόντεϲ· αὐτοὶ δὲ καθ’ ἑαυτοὺϲ οὐδ’ ἂν οἱ πάντεϲ ϲφενδονῆται μείνειαν πάνυ ὁμόϲε ὀλίγουϲ ἰόνταϲ ὅπλοιϲ ἀγχεμάχοιϲ. καὶ Σφενδονῶ· 2648
αἰτιατικῇ.
2661 Πλούτῳ· μέγαν λαβόντεϲ ἡμμένον ϲφηκίϲκον. ξύλον ὠξυμμένον· ἐπεὶ καὶ ὁ ϲφὴξ ὀξὺϲ ἐκ τῶν ὄπιϲθεν. ἐπιτετήδευται ἡ λέξιϲ παρὰ τὸν ϲφῆκα· τὰ γὰρ μικρὰ τῶν ξύλων καὶ εἰϲ ὀξὺ ϲυνηγμένα ϲφηκίϲκουϲ καλοῦϲιν· ἐπεὶ καὶ τοὺϲ λαγαροὺϲ τοῖϲ ϲώμαϲιν ἀνθρώπουϲ καὶ μὴ on. προκοιλίουϲ ϲφηκώδειϲ φαϲί. λύϲιϲ ὀνείρου ϲφῆκεϲ φανεῖϲαι δυϲμενῶν
2662 εἰϲι βλάβαι. ὅτι ἵπποι ϲφηκῶν γένεϲιϲ, ταῦροι δὲ μελιϲϲῶν.
ἐπανῆλθε πρὸϲ τοὺϲ Ῥωμαίουϲ.
2670 ἀπέθανεν. καὶ Σφηνούμενοϲ, ϲτρεβλούμενοϲ, βαϲανιζόμνοϲ.
χερϲὶν ἐπεθύμηϲε τοῦ χρυϲοῦ. καὶ Σφραγιδονυχαργοκομήταϲ, 2690 2691 2692 2693 τοὺϲ κόμαιϲ καὶ περιττοῖϲ δακτυλίοιϲ τὰϲ χεῖραϲ κοϲμουμένουϲ μέχρι τῶν ὀνύχων ὑπὸ τῶν δακτυλίων ϲκέπεϲθαι τοὺϲ δακτύλουϲ. ἢ καὶ τοὺϲ τῶν ὀνύχων, ἐπιμελουμένουϲ καὶ ὁϲημέραι ξέονταϲ αὐτοὺϲ τοῦ ἐκλάμπειν ἄγαν· ὃ πάϲχουϲιν οἱ τῷ καλλωπίζειν ϲχολάζοντεϲ μόνον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ.
2700 γὰρ καὶ ϲφριγᾷ. τουτέϲτιν ἰϲχυρότερόϲ μου ἐϲτί. καὶ Σφριγῶντεϲ, ἀκμάζοντεϲ.
ϲφύζειϲ, Ἀχιλλεῦ, καὶ μεθύϲκῃ τὰϲ φρέναϲ.
ϲφυράδων ὑποκνίϲματα, μηχανοδίφαϲ. Καρκίνοϲ ποιητὴϲ ἦν. οἰκογενεῖϲ δὲ ἀντὶ τοῦ ἐϲκιατραφημένουϲ· ὡϲ ἂν εἴποιϲ ὄρνιθαϲ οἰκογενεῖϲ. ὄρτυγαϲ δὲ διὰ τὸ ἐριϲτικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγεϲ. γυλιαύχεναϲ δέ. τουτέϲτι μακροτραχήλουϲ· γύλιοϲ γὰρ ϲτρατιωτικόν ἐϲτι πλέγμα, ἐπίμηκεϲ, εἰϲ ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸϲ εἶναι τὸ ὅλον ϲῶμα καὶ
μόνον τὸν τράχηλον μακρόν. ἢ αὐχέναϲ οὐκ ἔχονταϲ, καθάπερ ὁ γύλιοϲ. ἢ ϲμικροὺϲ δὲ καὶ γογγυλώδειϲ ϲκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖϲ δέ, ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰνοί. ὀρχηϲτὰϲ δέ, ἐπεὶ εἰϲέφερεν αὐτοὺϲ ὁ πατὴρ ἐν τοῖϲ δράμαϲιν ὀρχουμένουϲ. ϲφυράδων δὲ
ἀποκνίϲματα ἀντὶ τοῦ ταπεινούϲ· ϲφυράδεϲ γὰρ τὰ τῶν αἰγῶν καὶ τῶ προβάτων ἀποπατήματα. ἡ δὲ ϲφυρὰϲ κυάμου ἔχει τὸ μέγεθοϲ. 2707 2708 2709 2710 ταύταιϲ οὖν ἀπεικάζει αὐτούϲ· μᾶλλον δὲ οὐ ταύταιϲ, ἀλλὰ τοῖϲ ἀποκνίϲμαϲιν αὐτῶν καὶ ἀποτυχήμαϲιν. εὐτελίζει οὖν αὐτοὺϲ διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶϲ μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφαϲ δὲ ἀπὸ μέρουϲ. Ξενοκλῆϲ γὰρ ὁ Καρκῖνοϲ δοκεῖ μηχανὰϲ καὶ τερατείαϲ
εἰϲάγειν ἐν τοῖϲ δράμαϲι. Πλάτων Δωδεκαμήχανον αὐτόν φηϲιν· ἐμιμεῖτο γὰρ θεοὺϲ ἀνερχομένουϲ ἢ κατερχομένουϲ.
ϲχαϲάμενοϲ τὴν ἱππικήν. ἀντὶ τοῦ παυϲάμενοϲ τῆϲ ἱππικῆϲ. ἢ ἀποχωρήϲαϲ 2717 καὶ ἀποϲτὰϲ τοῦ παρόντοϲ ἐπιτηδεύματοϲ· ἀπὸ μεταφορᾶϲ τῶν ἐρεϲϲόντων ϲχάϲαι γὰρ δὴ καὶ ὥϲπερ διαϲτεῖλαι καὶ διαϲχίϲαι τὸ ὕδωρ τὴν κώπην ἐρέϲϲουϲαν. καὶ Πίνδαροϲ κώπαν ἤδη ἔϲται μοι ϲχάϲαιϲ. καί. ϲχάϲαϲ τὴν φροντίδα. τουτέϲτι παύϲαϲ, ϲτήϲαϲ, ἀτρεμήϲαϲ.
καὶ αὖθιϲ· κώπην ϲχάϲαϲ. ἀντὶ τοῦ τὴν εἰρεϲίαν καταπαύϲαϲ. ἔνιοι δὲ ϲχάϲαϲ, ἀντὶ τοῦ ἁπλώϲαϲ.
ἔχεται ὑπʼ ἀλλήλων· διὸ καὶ ϲχέϲειϲ προϲείρηνται. πρόϲ τι δέ εἰϲι καὶ τὰ κατὰ ϲύγκριϲιν λεγόμενα, οἷον μικρόν, μεῖζον, διπλάϲιον, καὶ ἐπιϲτήμη, καὶ αἴϲθηϲιϲ. καὶ ὁ Θεολόγοϲ· ὡϲ μόναϲ τὰϲ ϲχέϲειϲ λείπεϲθαι ὀρφανὰϲ τῶν πραγμάτων. ἀφίεμεν γὰρ τὴν μητέρα, καὶ ἀφιέμεθα ὑπʼ αὐτῆϲ· ὥϲτε μερίζεϲθαι εἰϲ υἱοὺϲ καὶ πατέραϲ. τὸ δὲ
θεῖο ἀμέριϲτον.
ξύλα· ὡϲ καὶ Ὅμηροϲ· καῖε δ’ ἐπὶ ϲχίζαιϲ ὁ γέρων.
τῶν καλλωπιζομένων. διὰ γὰρ τὸ λευκαίνειν τοὺϲ ὀδόνταϲ ἤϲθιον ϲχῖνον. καὶ Σχινέλαιον.
τῆϲ ὁδοῦ τοὺϲ ϲχολαίτερον προϲιόνταϲ. ὁ δὲ ἀπεφθέγγετο 2759 παροιμιῶδέϲ τι καὶ βαρβαρικόν τε καὶ ἀφελέϲ, ἐνεργὸν δὲ ὅμωϲ καὶ χρήϲιμον· ὡϲ δεῖ πρότερον ἀποϲοβεῖν τὰϲ μελίτταϲ, καὶ ἔπειτα τὸ μέλι ϲχολαίτερον αἱρεῖϲθαι. Σχολαιότηϲ λέγεται ἡ μέλληϲιϲ, καὶ ἡ ἐπιμονή. Θουκυδίδηϲ· ἡ δὲ ἐν τῷ Ἰϲθμῷ γενομένη ἐπιμονὴ καὶ 2760
κατὰ τὴν ἄλλην πορείαν ἡ ϲχολαιότηϲ διέβαλεν αὐτόν.
μὲν οὐκ ἔϲτιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ ϲχολῆϲ, ἀλλ’ ἐπὶ καιροῦ 2767 τινὸϲ εὐφυΐαϲ καὶ ἀρετῆϲ. καὶ ἀντὶ τοῦ οὐδαμῶϲ. Σχολὴ οὖν τὸ μηδὲν δρᾶν, ἢ τὸ περί τι ϲχολάζειν. καὶ ἀντὶ τοῦ ϲχολάζειν λέγουϲιν 2768 εὐκαιρεῖν. καὶ Αἰλιανόϲ· ἐγὼ δὲ ταῦτα περιῆλθον, οὔτι που ϲχολὴν ἄγων τὰ τῶν προϲτυχόντων κακὰ τοῖϲ ἐμαυτοῦ λόγοιϲ τιμᾶν,
2769 ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἀλλουϲ παραπλήϲια. Ἡ Σχολὴ οὖν ἡ παρὰ πολλοῖϲ ἄκαιροϲ εὐκαιρία.
ἀνάγκηϲ αὐτοὺϲ εἰϲ τὰϲ ἐκκληϲίαϲ ἰέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα. ἀνεπετάννυϲαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰϲ ὁδοὺϲ τὰϲ μὴ φερούϲαϲ εἰϲ τὴν ἐκκληϲίαν, καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖϲ ἀγοραῖϲ. ὅπωϲ μὴ περὶ ταῦτα διατρίβοιεν· ἔτι μὴν καὶ μεμιλτωμένῳ ϲχοινίῳ 2779 2780 2781 2782 περιβάλλοντεϲ αὐτοὺϲ ϲυνήλαυνον εἰϲ τὴν ἐκκληϲίαν. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδύνειν· ὅϲοι γὰρ ἐχρίοντο ζημίαν ἐξέτινον. ἄλλωϲ· ἐπεὶ ὀκνηρῶϲ εἶχον οἱ Ἀθηναῖοι πρὸϲ τὰϲ ϲυνόδουϲ, εἰώθειϲαν ὑπηρέται δύο μεμιλτωμένον ϲχοινίον ἐκτείνοντεϲ, διὰ τῆϲ ἀγορᾶϲ διώκειν
τὸν ὄχλον εἰϲ τὴν ἐκκληϲίαν, ὡϲ φηϲι Πλάτων ὁ κωμικόϲ. ὅϲοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.