καὶ λάβρωϲ τὸ δέλεαρ καταπίνει· ὅθεν καὶ εὐχερῶϲ ἁλίϲκεται. ἐν Μιλήτῳ δὲ τῆϲ Ἀϲίαϲ μέγιϲτοι γίνονται λάβρακεϲ καὶ πλεῖϲτοι. Μίλητοϲ δὲ πόλιϲ Ἀϲίαϲ, ἔνθα πολλοὶ γίνονται λάβρακεϲ, διὰ τὴν ἐκδιδοῦϲα λίμνην εἰϲ θάλαϲϲαν. χαίροντεϲ γὰρ οἱ ἰχθύεϲ τῷ γλυκεῖ ὕδατι εἰϲ τὴν λίμνην ἀνατρέχουϲιν ἐκ τῆϲ θαλάϲϲηϲ καὶ οὕτω πληθύνουϲι
παρὰ Μιληϲίοιϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.