θράϲουϲ ἐπιϲχεῖν τοὺϲ Κορινθίουϲ. καὶ γὰρ Θεόφραϲτοϲ ἐν τῷ Περὶ καιρῶ β΄ λέγει οὕτωϲ· ἕτεροι δ’ εἰϲ ἀνδρωδέϲτερα καταδαπανῶντεϲ, οἷο ϲτρατιὰϲ ἐξάγοντεϲ καὶ πολέμουϲ ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύϲιοϲ ὁ τύραννοϲ. ἐκεῖνοϲ γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίϲκειν, ἀλλὰ καὶ τὰ αὐτοῦ, πρὸϲ τὸ μὴ ὑπάρχειν
ἐφόδιον τοῖϲ ἐπιβουλεύουϲιν. ἐοίκαϲι δὲ καὶ αἱ πυραμίδεϲ ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοϲϲὸϲ καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπληϲία ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοϲϲοῦ· αὐτὸϲ ἐγὼ χρυϲοῦϲ ϲφυρήλατόϲ εἰμι κολοϲϲόϲ· ἐξώληϲ εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶϲ ὁ Ποντικὸϲ οὕτω ποοφέρεται· εἰμὶ ἐγὼ
Νάξιοϲ, παγχρύϲεοϲ εἰμὶ κολοϲϲόϲ· ἐξώληϲ εἴη Κυψελιδῶν γενεά.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.