ἵνα μὴ εὕρωϲιν ἀνακύψαν. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὦ τύμπανα καὶ κύφωνεϲ, οὐκ ἀρήξετε; κύφων δέ ἐϲτι δεϲμὸϲ ξύλινοϲ, ὃν οἱ μὲν κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουϲιν. ἔνθεν καὶ ὁ πονηρὸϲ ἄνθρωποϲ κύφων. τάϲϲεται καὶ ἐπὶ πάντων δυϲχερῶν καὶ ὀλεθρίων. καὶ κυφανιϲμὸϲ ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχοϲ δὲ ἀντὶ τοῦ κακὸϲ καὶ ὀλέθριοϲ.
εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺϲ δεϲμίουϲ κύφειν. ἐὰν δέ 2 τιϲ θραϲυνόμενοϲ τὰ ἐκ τοῦ νόμου παρ᾿ οὐδὲν ποιήϲηται, δεδέϲθω ἐν κύφωνι πρὸϲ τῷ ἀρχείῳ ἡμερῶν κ΄, ἐπιρρεόμενοϲ μέλιτι γυμνὸϲ καὶ γάλακτι, ἵνα ᾖ μελίτταιϲ καὶ μυίαιϲ δεῖπνον. τοῦ δὲ χρόνου διελθόντοϲ, κατὰ κρημνῶν ὠθεῖϲθαι, ϲτολὴν γυναικείαν περιβαλόνταϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.