ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦϲι τελετῶν νομιζομένων δαημονέϲτατοι, τῶν μὲν Περϲικῶν καλουμένων ὁ Εὐπρέπιοϲ ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄϲιριν ὁ Ἐπιφάνιοϲ. οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ 1 2 3 Αἰῶνοϲ ὑμνουμένου θεοῦ· ὃν ἔχων εἰπεῖν ὅϲτιϲ ἐϲτίν, ὅμωϲ οὐ γράφω κατά γε τὴν παροῦϲαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιοϲ ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν. οὑτοι μέντοι οἱ ἄνδρεϲ οὐκ ἐγένοντο μὲν ἐπὶ τῆϲ ἀρχαιοπρεποῦϲ πολιτείαϲ, τοῖϲ δὲ γενομένοιϲ ἐπιβεβήκαϲι καὶ ἐνέτυχον, καὶ παρʼ ἐκείνων ὠφεληθέντεϲ, ἔπειτα τοῖϲ καθ᾿ ἑαυτοὺϲ ἐγένοντο
πολλῶν ἀγαθῶν ἡγεμόνεϲ, τῶν τε ἄλλων καὶ παλαιῶν διηγμάτων πολύφωνοι κήρυκεϲ. Δαμάϲκιοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.