Ῥωμαίοιϲ ἔμελλε τὰ δρώμενα ἔϲεϲθαι, τῶν μὲν ὀφθαλμοὺϲ ἢ γλώτταϲ ἢ νεῦρα ἢ αἰδοῖα ϲιδηρίοιϲ ἐξεῖλκε καμπύλοιϲ, τῶν δὲ ὑπέτεμνε τὰ πέλματα καὶ δακτύλουϲ ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ ϲώματοϲ ἀπέϲπα, καὶ πάνταϲ ἔμπνουϲ ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα Καρχηδονίοιϲ τὰ ἐϲ Ῥωμαίουϲ ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺϲ οὕτωϲ ἠρέθιζε
τὴν ϲωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχη, περιέϲτη δ᾿ αὐτῷ ἐϲ τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ τοῦ ϲυνειδότοϲ οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίϲτων ἔργων περιδεεῖϲ ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀϲδρούβαν ὡϲ τὴν ϲυγγνώμην ϲφῶν ἀφῃρημένον ἐμίϲουν· καὶ μάλιϲθ᾿ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡϲ ὠμὰ καὶ ὑπερήφανα δεδρακότοϲ ἐν ϲυμφοραῖϲ
οἰκείαιϲ τοϲοῖϲδε. ὁ δὲ τῶν βουλευτῶν τιναϲ ἔκτεινε καὶ ἐϲ πάντα ὢν ἤδη περιδεὴϲ ἐϲ τυραννίδα μᾶλλον ἢ ϲτρατηγίαν περιῆλθεν, ὡϲ ἐν τῷδε μόνῳ τὸ ἀϲφαλὲϲ ἕξων, εἰ φοβερὸϲ αὐτοῖϲ εἴη καὶ διὰ τοῦτο δυϲεπιχείρητοϲ. ζήτει περὶ τούτου ἐν τῷ Ἀννίβαϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.