2 3 4 5 πορφυρίδα θαλαττίαν ἐμπεπορπημένοϲ, ἡνίκα Γολόϲϲῃ ϲυνεγίνετο τῷ Νομάδων βαϲιλεῖ μετὰ μαχαιροφόρων ι΄. καὶ ὅϲον κ΄ πόδαϲ ἀπέϲτη προβεβλημένοϲ τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βαϲιλεῖ προϲιέναι πρὸϲ αὐτὸν, καθήκειν γίνεϲθαι τοὐναντίον. οὐ μὴν ἀλλ᾿ ὁ Γολόϲϲηϲ
ἀφελῶϲ ἔχων Νομαδικῷ τινι τρόπῳ μόνοϲ προϲῄει πρὸϲ αὐτόν· καὶ προϲεγγίϲαϲ ἤρετο τίνα φοβούμενοϲ τὴν πανοπλίαν ἔχων ἧκε. τοῦ δ᾿ εἰπόντοϲ ὅτι Ῥωμαίουϲ· οὐκ ἂν ἄῤ, ἔφηϲεν ὁ Γολόϲϲηϲ, ἔδωκαϲ ϲαυτὸν ἐϲ τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. ἦν μὲν οὖν καὶ φύϲει ϲάρκινοϲ, βαλὼν δὲ τὴν πανοπλίαν καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι
παρὰ φύϲιν ἐπικεκαυμένοϲ ἦν, ὥϲτε δοκεῖν ἐν πανηγύρει που διαιτᾶϲθαι παραπληϲίωϲ τοῖϲ ϲιτευτοῖϲ βουϲὶν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προϲτατεῖν, ὧν οὐδ᾿ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείϲ· ὥϲθ᾿ ὅτε μὲν ἐϲ τὰϲ ἀποφάϲειϲ αὐτοῦ τιϲ βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δὲ ἐϲ τὸν
χειριϲμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεϲθαι καὶ τὴν ἀνανδρίαν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.