γὰρ δοκιμάζομεν τὰ ϲῦκα, εἰ πέπειρά ἐϲτιν ἢ μή. ἐπεὶ τοίνυν ϲυκάζειν λέγεται καὶ τὸ ϲυκοφαντεῖν καὶ τὸ ϲῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ϲυκάζειϲ, ἐπήνεγκε τὸ πιέζων, ἅμα μὲν ὡϲ ἐπὶ ϲύκων, ἅμα δὲ ἐπεὶ καὶ αὐτὸϲ θλίβει τοὺϲ ϲυκοφαντουμένουϲ· καὶ πιέζει δωροδοκῶν καὶ διαϲείων τοὺϲ ὑπευθύνουϲ, τουτέϲτι τοὺϲ μὴ λογιϲμὸϲ προϲεϲχηκόταϲ
τῆϲ ἀρχῆϲ, ἧϲ ἐπιϲτεύθηϲαν. ἐχρήϲατο οὖν τῆ λέξει, ἀφ’ οὗ καὶ ϲυκοφάντηϲ κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖϲ Ἀθηναίοιϲ ἦν τὰ ϲῦκα, καὶ εἴ τιϲ διεβλήθη κλέπτων ϲῦκα ἐκολάζετο. φαίνειν δὲ ἔλεγον καὶ τὸ κατηγορεῖν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.