Φαβρίκιοϲ ἡγεμὼν καθίϲταται τοῦ πρὸϲ τὸν Πύρρον πολέμου. 2 3 4 5 ἀντικαθεζομένων γὰρ ἀλλήλοιϲ τῶν ϲτρατοπέδων, νύκτωρ φυλάξαϲ τιϲ ὡϲ τὸν Φαβρίκιον ἀφικνεῖται δηλητηρίῳ φαρμάκῳ ἀνελεῖν τὸν Πύρρον ὑφιϲτάμενοϲ, ἤν τιϲ δοθείη πρὸϲ αὐτοῦ χρημάτων ὠφέλεια. ὃν ὁ Φαβρίκιοϲ ἀποϲτυγήϲαϲ τῆϲ ἐπιχειρήϲεωϲ ἀποπέμπει τῷ Πύρρῳ δέϲμιον.
ἀγαϲθεὶϲ δὴ τὸ πραχθὲν ὁ Πύρροϲ ἀναβοῆϲαι λέγεται· οὗτόϲ ἐϲτι καὶ οὐκ ἄλλοϲ Φαβρίκιοϲ, ὃν δυϲχερέϲτερον ἄν τιϲ παρατρέψοι τῆϲ οἰκείαϲ ἀρετῆϲ ἡ τῆϲ ϲυνήθουϲ πορείαϲ τὸν ἥλιον.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.