αὐτοῦ οὐκ ἐπελθόντοϲ ἀλλ’ ἀμυνομένου τὸ μίαϲμα γέγονε. καὶ αὖθιϲ· τῶν δὲ ϲτρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίϲεωϲ, Κόνωνοϲ δὲ 2 ἀπεψηφίϲαντο. ἀντὶ τοῦ ἀπεδοκίμαϲαν. καὶ Ἀπε ψηφιϲμένοι· ἐπὶ τοῖϲ δήμοιϲ ἀποψηφίϲειϲ ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰϲ τὸ 3 ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀϲτῶν, ἀλλὰ παρεγγεγραμμένων
εἰϲ τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφιϲμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖϲ ἐπαχθείϲηϲ οὐκέτι μετεῖχον τῆϲ πολιτείαϲ. Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα· ὅπωϲ πρῶτον μὲν μυριάδαϲ πλείουϲ ἢ ιε, τοὺϲ ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺϲ κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺϲ ὀφείλονταϲ τῷ δημοϲίῳ καὶ τοὺϲ ἀτίμουϲ καὶ
τοὺϲ ἀπεψηφιϲμένουϲ καὶ τοὸϲ ἀποίκουϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.