καὶ Ἀπέψηϲαν, ἀπετίναξαν. εἰ δέ που πέϲοιεν εἰϲ τὸν ὦμον ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήϲαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται, 2 ὅταν οἱ πεϲόντεϲ ἐξαναϲτάντεϲ ἀποψῶϲι τὴν κόνιν, ἵνα μὴ ἔλεγχον τοῦ πτώματοϲ ἔχοιεν. καὶ ἐν Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοιϲ ἔτι. καὶ Ἀπψήϲαϲ,ε πψήϲαϲ, ἑφθὸν ποιήϲαϲ. ἢ ἀντὶ τοῦ καινουργήϲαϲ. Ἀριϲτοφάνηϲ· τὸν δῆμον ἀπεψήϲαϲ ὑμῖν καλὸν ἐξ αἰϲχροῦ πεποίηκα. ἀντὶ τοῦ ἐκαινούργηϲα. ὥϲπερ ἡ Μήδεια λέγεται τὰϲ τροφοὺϲ τοῦ Διονύϲου ἀπεψήϲαϲα ἀνανεάϲαι ποιῆϲαι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.