ἄλλου του ἀκούσαιμι λέγοντος, τὰ πάντα δὲ κατ’ ἐπι- θυμίαν οὖσι τοῖς ἡμετέροις ἐχθροῖς; νυνὶ δ’ ὁρῶντες προθύμους ὑμᾶς ἔργον ἀνδρῶν ὀρθότατα δικαζόντων πληρῶσαι καὶ ἀκοῦσαι μὲν καὶ ἡμῶν λόγον διδόντων, διατεθῆναι δὲ καὶ τὰς γνώμας ἴσους ἀμφοτέροις, φιλίαν
δὲ καὶ οἰκειότητα τὴν πρὸς Κορινθίους καὶ διαφοράν, εἴ τίς ἐστι πρὸς ἡμᾶς, τό γε νῦν εἷναι πόρρω στῆσαι τῶν λογισμῶν, ἔνα καὶ ἀμφοῖν τοῖς μέρεσιν ὀρθῶς καὶ προσηκόντως δικάζητε καὶ μηδέ τις ἐντεῦθεν λύμη τῷ δικαίῳ ἐπισυμβαίνῃ, ὅ δὴ καὶ πάντες νομοθέται
τιμῶντες ἐπὶ τούτῳ τοὺς δικαστὰς ὁρκοῦντές εἰσιν, ἀνέστημεν καὶ αὐτοὶ ἐροῦντες ὑπὲρ ἡμῶν.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.