οἱ Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο ὑπ’ Ἀθηναίων πολιορκούμενοι, καὶ γράφονται Ἀθηναίους ἀσεβείας Κορίνθιοι. Ἀθηναῖοι ἀπολογούμενοι.
δορία, δεύτερον δὲ καἰ τὸ παρ’ ὑμῖν δικασταῖς, οἳ τὴν αὐτὴν αὐτοῖς οἰκεῖτε Πελοπόννησον, ποιεῖσθαι τοὺς λόγους. τούς τε γὰρ ἀεὶ μαθόντας προτιμᾶν ἄλλο τι τῆς ἀληθείας ἐν ἀγῶνι τοιούτῳ καθισταμένους ἐν ᾧ μάλιστα καιρόν ἐστιν αὐτοῖς ἔχον τὸ ψεῦδος οὐ ῥᾴδιον
παντάπασι τοῦ μαθήματος ἀμελεῖν, τούς γε μὴν τοῖς δικάζουσιν ὡς οἰκείοις οὖσι θαρροῦντας, ὡς καὶ πᾶν ὁτιοῦν ψευδομἕνους ἀνεξελέγκτους οἴεσθαι μεῖναι, μὴ πολλὰ θρασύνεσθαι καὶ παράλογα οὐκ εἰκός.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.