ῥεῖ δὲ οὐδὲν εὐδαίμονας εἶναι Ποτιδαιάτας ἡσυχῆ καθημένους ἐπὶ τοῖς σφετέροις καλοῖς. καὶ ἦσαν εὐδαί- μονες ἐκεῖνοι διὰ τοὺς Ἀθηναίους, ὥσπερ ἀμέλει ἄθλιοι δι’ ἐκείνους ἡμεῖς ἀναλίσκοντες, ἐκπλέοντες, στρατεύ- οντες, πολεμοῦντες, καὶ ταῦτα οὐχ ἴνα ἡμᾶς αὐτοὺς
περιποιησώμεθα, ἀλλ’ ὅπως ἑτέροις τὰ ἐνόντα φυλά- ξαιμεν. ἅ δὲ τέως ἀπένεμον ἀντὶ τούτων Ποτιδαιᾶται τῷ δήμῳ, αἰσχύνη καὶ λέγειν. οὕτω φαύλη τις ἦν δωρεά, μᾶλλον δὲ σκιὰ δωρεᾶς ἢ οὐδὲ τοῦτο. εὐγνω- μονεῖν ἔφασαν καὶ τῆς εὐεργεσίας αἰσθάνεσθαι καὶ δι’
ὀνομάτων τούτων· σωτῆρες, φύλακες, κηδεμόνες ἡμῶν Ἀθηναῖοι, ἃ κἂν δυοῖν ὀβολοῖν πρίαιτό τις, τὸ πᾶν ἡμῖν ἀπεπλήρουν. καὶ τοῦτο δὲ ἄρα ὑπὸ φιλαν- θρωπίας ἀποχρώντως ἔχειν ἐδόκει καὶ διὰ τῆς ὁμο- λογίας τῆς χάριτος τὸ πᾶν ἀπέχειν ὑπελαμβάνομεν.
κἂν εἰ μέχρι τέλους ᾑροῦντο εὐγνώμονες εἷναι, οὐκ ἄν ποθ’ ἡ παροῦσα ἐδέχετο τύχη οὐδὲ μετεκινήθη αὐτοῖς τῶν ἐνόντων οὐδέν. ἢ πολὺ πρότερον ἡμεῖς τοῦθ’ ὑπέστημεν ἂν ἢ ἐκεῖνοι προισταμένων ἡμῶν.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.