ἐτῶν ἤδη γεγονυίας τῆς ἀποστάσεως καὶ ὧς μᾶλλον ἂν ἀγαπήσειν, εἰ μεθ’ ἡμῶν καὶ ὅλως Ἑλλήνων Ποτι- δαιᾶται συσταῖεν, ἢ τοῖς φύσει πολεμίοις συστῆναι βαρβάροις. τοῦτο μὲν γὰρ εἶναι μετ’ ἀδελφῶν συστῆ- ναι καὶ τοὺς αὐτοὺς εἰδότων θεοὺς ἱερῶν τε καὶ
θυσιῶν καὶ πανηγύρεων τῶν αὐτῶν κοινωνούντων, ἐκεῖνο δὲ μετὰ τῶν ἀλλοτρίων τοῦ γένους καὶ ὅσον πλεῖστον ἀφεστηκότων. οὔκουν αὐτούς γε τοὐναντίον ᾠήθημεν παθεῖν, βαρὺ καὶ ἀφόρητον ἡγήσασθαι τὸ γεγενημένον καὶ ἡμᾶς δι’ ἔχθρας, ὡς οὐδέποτ’ οὐδέ-
νᾶς ἀνθρώπων, ἔχειν. λέγομεν δέ, ὧς νῦν ἡμῖν τὰ πράγματα παρέσχον μαθεῖν, ἐπειδήπερ, εἰ ταῦτα καὶ τότε τοῖς ἔνδον ἐφρόνουν λογισμοῖς, οὐκ ἴσμεν λέγειν σαφῶς, οἷς δ’ ἄν τις ὅμως ἐκ τῶν ἔξωθεν εἴκασεν, οὐδὲν ἀηδὲς πεπονθόσιν ἐῴκεσαν.
δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ. πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες 1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ- θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm λάθωμεν ἀπολέσαντες. οὗ χάριν καὶ ἐφειδόμεθα οὐδε- νὸς τῶν εἰς δύναμιν ἡκόντων, ἀλλ’, ὅπως ἀποχρῶσα ᾖ φυλακή, πολλοὶ μὲν ἐκεῖσε πλέοντες ἦσαν οἱ στρα- τιῶται, πολλοὶ δὲ εἰκότως καὶ οἱ μισθοὶ συνέπλεον καὶ τἀναλώματα καὶ ὅσα τείνει πρὸς σωτηρίαν.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.