ταυτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν
μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς
γενος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν απὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.