γενῶν διαιρέσεως εἰλῆφθαι. τί τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ
τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν αὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ' εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος,
εἰ ἔλειπέ τις διαφορά, ἀλλ' ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ
ὀριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ' ἡμῖν μηδὲν κατ' εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.