τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ᾿
οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων <·εἰ γὰρ ἕτερα ἀλλήλων>, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.