οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ
ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ετερον ταὐτὸν ἡγήσεται.
οὕτως δ' οὐδ' ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι,
καὶ γὰρ καὶ τοῦτο >ὁ> ὁρίζεται ὁ ὁριζόμενος πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) 1 καὶ τἆλλα πάντα ὦν ὡς ἕτερον ὄν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.