1 Ὑπόθεσις Ἰσθμίων.
ὃς παρακτίαν
στείχων ἀνημέρωσα κνωδάλων ὁδόν. ὁ δὲ Σίνις Ποσειδῶνος παῖς, ὃς δένδρα κάμπτων, εἶτα συνδεσμῶν εἰς ταῦτα τοὺς παριόντας, ἀθρόως ἀφιεὶς τὰ δένδρα, οὕτω διέφθειρεν. οἱ δὲ ἐπὶ Μελικέρτῃ, ὅτε τῷ Ἰσθμῷ ἄταφος προσεπελάσθη, καὶ μεταξὺ λιμοῦ τὴν Κορινθίων πόλιν κατασχόντος, τοῦ θεοῦ εἰπόντος οὐκ ἄλλην ἔσεσθαι τῶν κακῶν λύσιν ἢ τὴν ἐκείνου κηδείαν καὶ τιμὴν δι᾿ ἀγῶνος ἐπιταφίου· τοῦτο δὲ πρὸς ὀλίγον ποιησάντων τῶν Κορινθίων λιμὸς πάλιν ἐπέθετο, καὶ ἔχρησεν ὁ θεὸς αἰώνιον τὴν εἰς τὸν ἥρωα τιμὴν ὑπάρχειν, καὶ στέφανον σελίνου διὰ τὸ καταχθόνιον εἶναι τὸ φυτόν· ὕστερον μέντοι καὶ τῷ θεῷ προσένειμαν τὸν ἀγῶνα ἐναλλὰξ ἐπιτελοῦντες, καὶ πίτυϊ λοιπὸν ἐστεφάνουν διὰ τὴν πρὸς τὴν θάλασσαν ὁμοειδίαν τοῦ φυτοῦ καὶ διὰ τὸ ἄκαρπον αὐτὴν εἶναι. ὥσπερ τὴν θάλασσαν· διὸ καὶ ἀτρύγετος· εἶτα σημαίνοντες, ὡς οὐδὲν κέρδος τοῖς νικῶσιν ἀπὸ τοῦ στεφάνου πλὴν δόξης, ὅπερ καὶ ἐν Ὀλυμπία ἐποίησαν, κοτίνῳ στεφανοῦντες. πάντας δὲ εἰκότως τοὺς γενομένους ὑπερηφάνους καὶ γενναίους Ποσειδῶνος παῖδάς φασιν οἱ ποιηταὶ, εἰς τὸ τῆς θαλάσσης ἄγριον καὶ οὐ σταθερὸν ἀφορῶντες κἀκεῖθεν τὴν εἰκόνα τοῦ τοιούτου λαμβάνοντες· ὅπερ καὶ Ὅμηρος ὑποδηλῶν λέγει (Π 34)·
γλαυκὴ δέ σ᾿ ἔτικτε θάλασσα
πέτραι τ᾿ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. οἱ δὲ κομίσαντες τὸ σῶμα τοῦ Μελικέρτου ἀπὸ τὴς Σχοινουντίας. ἐκεῖ γὰρ ἐξερρίφη, Ἀμφίμαχος καὶ Δονακῖνος ἐκαλοῦντο.
Scholia in Pindarum Isthmian Odes. Pindar Scholia. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.