Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα, αὐτὸς τῷ πληθυντικῷ καταχρησάμενος κύνες φησί. καὶ μήποτε ἀνάξιον Ἡρακλέους ἡγήσατο πρὸς ἆθλον καὶ κατόρθωμα τοῦ ἥρωος ἀντιπαρατάξαι τὸν κύνα;
οἳ δ᾿ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀλλ᾿ ἀπολυσόμεθα οὕτως· ὑψίπεδος ἡ Λακεδαίμων καθ᾿ ἑαυτήν. κοίλη δὲ ὡς πρὸς τὰς πλησίον πόλεις· ἢ ὑψίπεδον αὐτήν φησι διὰ τὰς τῶν οἰκούντων ἀρετάς τε καὶ εὐδοξίας.
Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος.
ἄνθρωπε σίγα, μὴ μάτην λαβροστόμει·
Θηβῶν μέν ἐστιν Ὀρχομενὸς ἡ πόλις,
ἐγκωμίου τρόπῳ δὲ Θηβαῖον γράφει.
Scholia in Pindarum Isthmian Odes. Pindar Scholia. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.