Ζεῦ παυσίλυπε, καὶ Διὸς σωτηρίου
σπονδὴ τρίτου κρατῆρος.
τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον Διὸς σωτῆρος. καθὰ καὶ Αἰσχύλος ἐν Ἐπιγόνοις (fr. 55)·
λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου
Ἥρας τε.
εἶτα·
τὴν δευτέραν γε κρᾶσιν ἥρωσιν νέμω·
εἶτα·
τρίτον Διὸς σωτῆρος εὐκταίαν λίβα. Διὸς δὲ σωτῆρος ἔλεγον τὸν τρίτον διὰ τὸ τοὺς τοῦτον πίνοντας σταθεροὺς γίνεσθαι, τοὺς δὲ μετὰ τοῦτον εἰς ἄτην καὶ ἀνομίαν καὶ ἀσέλγειαν τρέπεσθαι. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον διὰ τὸ τέλειον εἶναι τὸν τρίτον ἀριθμὸν ἀρχὴν ἔχοντα καὶ μέσον καὶ τέλος.
Ἥφαιστε, πρόμολ᾿ ὧδε, Θέτις νύ τι σεῖο χατίζει.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι.
διὰ γὰρ τὰς ἀκμὰς τῶν δοράτων φρῖξαι φησὶ τὴν μάχην.
πάντ᾿ οἶσθα, πάντ᾿ ἔλεξα τἀντεταλμένα·
μῦθος γὰρ Ἀργολιστὶ συντέμνει βραχύς.
Scholia in Pindarum Isthmian Odes. Pindar Scholia. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.