Θεία δ᾿ Ἠέλιον τέκε μέγαν λαμπράν τε Σελήνην
γείναθ᾿ ὑποδμηθεῖσ᾿ Ὑπερίονος ἐν φιλότητι.
ὅς ποτε δεῦρ᾿ ἐλθὼν ἕνεχ᾿ ἵππων Λαομέδοντος·
τὸ δὲ δεύτερον σὺν τοῖς Ἀτρείδαις. πάλιν δὲ τῷ συλληπτικῷ τρόπῳ κέχρηται· οὐ γὰρ οἱ αὐτοὶ δὶς ἐπόρθησαν τὴν Ἴλιον, ἀλλὰ Τελαμὼν μὲν σὺν Ἡρακλεῖ, Νεοπτόλεμος δὲ σὺν Ἀτρείδαις· τὸ δὲ ἑκατέρῳ συμβὰν λαβὼν εἰς ἓν ἔφη.
Scholia in Pindarum Isthmian Odes. Pindar Scholia. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.