a.
τεαὶ γὰρ ὧραι: αἱ γὰρ ὧραι ἑλίσσουσαι, τουτέστι περικυκλοῦσαι ἔπεμψάν με.b.
Διὸς δὲ ὥρας τὰς Ὀλυμπιάδας νῦν λέγει.d.
ἵν᾿ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος (Β 551) · περιτελλομένων ἐνιαυτῶν.e.
μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία.f.
τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό ἀντὶ τῆς μετά κέχρηται· ἵν᾿ ᾖ, μετὰ ποικιλοφορμίγγων ᾠδῶν | ἔπεμψάν με αἱ τεαὶ ὧραι.g.
ποικιλοφόρμιγγα δὲ εἷπεν, 4 ἐπειδὴ σὺν μουσικοῖς ὀργάνοις, αὐλῷ τε καὶ κιθάρᾳ, ᾖδον.h.
τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται (Σ 492) · δαΐδων ὑπὸ λαμπομενάων· ἀντὶ τοῦ μετὰ δαΐδων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.