a.
Ἐλατὴρ ὑπέρτατε: ἰδίως οἱ νεώτεροι τὴν βροντὴν 1 ὄχημα καὶ ἵππον τοῦ Διὸς ὑποτίθενται.b.
ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρόποδος.c.
Ἐλατὴρ ὑπέρτατε βροντᾶς: ἐπειδὴ ὁ ἀγὼν 2 Ὀλυμπιακὸς, τοῦτον δὲ ὁ Ψαῦμις ἐνίκησεν, εἰκότως ἐξ αὐτοῦ τοῦ Διὸς ποιεῖται τὸ προοίμιον τοῦ ἐπινίκου.d.
οἱ νεώτεροι· δὲ ἅρματα τὴν βροντὴν τῷ Διὶ εἶναι διδόασι, καὶ λέγουσιν, ὦ ἡνίοχε Ζεῦ.e.
ἡ δὲ ἀκολουθία· ὦ Ζεῦ, ὃς Αἴτναν ἔχεις· καθ᾿ ὑπερβατόν.f.
ἀλλ᾿ ὦ Ζεῦ, ὅστις τὴν Αἴτναν κατέχεις τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ 3 Τυφῶνος.g.
Αἴννα ὄρος Σικελίας | οἰκειότατα δὲ, Σικελιώτης 4 γὰρ ὁ νικηφόρος.h.
ὅτι καὶ ἡ Καμάρινα πόλις 5 Σικελίας.i.
καὶ ἡ Κατάνη ὕστερον Αἴτνη ἐκλήθη. 6k.
τὴν βροντὴν ὁ Πίνδαρος ὡς ἵππον ὑφίσταται τοῦ Διός· διὸ καὶ ἀκαμαντόποδα αὐτὴν εἶπεν.l.
ἤτοι δὲ ὑπέρτατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς.m.
ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας.n.
οὗτος δὲ ὁ Ψαῦμις ἐνίκησε τεθρίππῳ τὴν πβ΄ Ὀλυμπιάδα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.