a.
ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ 1 ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός.b.
νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· 2 τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν τὸν ἀγῶνα.c.
τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο.d.
καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ 3 πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.