a.
καὶ νῦν εἰς ταύταν: νῦν τὴν εὐωχίαν ἑορτὴν εἶπε· λέγει γὰρ τὴν τῶν νικηφορίων τοῦ Θήρωνος εὐωχίαν, φάμενος εἰς ταύτην ἔρχεσθαι τὸν Ἡρακλέα μετὰ τῶν Διοσκούρων.b.
εἰς τὰ θεοξένια.c.
καὶ νῦν ἐς ταύταν ἑορτάν: τὴν τοῦ νικηφόρου πανήγυριν καὶ εὐωχίαν· εἰώθεισαν γὰρ εὐωχεῖσθαι. τὴν εὐωχίαν γὰρ ἑορτὰν εἶπε.d.
φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.