a.
διχόμηνις: διχόμηνις ὅτι περὶ τὴν ις΄ πανσελήνου 1 οὔσης ἄγεται τὰ Ὀλύμπια, τουτέστι διχομηνίᾳ Παρθενίου ἢ Ἀπολλωνίου μηνὸς, παρ᾿ Αἰγυπτίοις Θὼθ ἢ Μεσωρί.b.
ἢ ὅτι ἀσκίαστος ἦν ὁ χῶρος, διὰ τοῦτο ὅλην λάμπει τὴν σελήνην.c.
[ἡ] μήνη: [οὖν] τὸν ὀφθαλμὸν τῆς ἑσπέρας ὅλον ἀντέφλεξεν ἡ μήνη ἡ διχόμηνις καὶ χρυσάρματος οὖσα. τουτέστι πανσέληνος ἦν.e.
διχόμηνις: ὅτι πανσελήνῳ ἄγεται ὁ Ὀλυμπιακὸς ἀγών. πρὸ δὲ τοῦ εἰς Ὑπερβορέους παραγενέσθαι Ἡρακλῆς διατέθεικε μίαν Ὀλυμπιάδα, μηδέπω ἀποδεδειγμένου τοῦ στεφάνου.f.
βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης καταλάμψαι τοὺς βωμούς.g.
γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθ΄ μηνῶν, ποτὲ δὲ διὰ ν΄, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται.h.
χρυσάρματον δὲ εἶπε τὴν σελήνην πρὸς τὸ μεγαλοπρεπέστερον τὴν εἰκόνα διαθέμενος. 5i.
ἄλλως· ὅλον ὀφθαλμόν: τῆς νυκτὸς τὸ σκοτῶδες πληροῦσα ἡ σελήνη κατελάμπρυνεν.l.
τουτέστι πανσέληνος.m.
σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς † τί δῆτα κατέχειν τὸν χῶρον.n.
ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. οἱ γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ Διός· ἁγισθέν των γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις.o.
ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω τοῖς νικήσασιν ὁ τῆς ἐλαίας στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης, ὥστε ἀπὸ τοῦ, ἀλλ᾿ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.