a.
ἤδη γὰρ αὐτῷ: περὶ τοῦ χρόνου καθ᾿ ὃν ἄγεται τὰ Ὀλύμπια καθ᾿ ἑκάστην Ὀλυμπιάδα, καὶ Κώμαρχος ὁ τὰ περὶ Ἠλείων συντάξας φησὶν οὕτως· πρῶτον μὲν οὖν παντὸς περίοδον συνέθηκεν ἐν τῇ ἡμέρᾳ . . . . ἄρχειν νουμηνίαν μηνὸς ὃς Θωσυθιὰς ἐν Ἤλιδι ὀνομάζεται, περὶ ὃν τροπαὶ ἡλίου γίνονται χειμεριναί· καὶ -πα- Ὀλύμπια ἄγεται η΄ μηνί· ἑνὸς δὲ ὄντος διαφέροντων τῇ ὥρᾳ, τὰ μὲν ἀρχομένης τῆς ὀπώρας, τὰ δὲ ὑπ᾿ αὐτὸν τὸν ἀρκτοῦρον. ὅτι δὲ καὶ ἄγεται ὁ ἀγὼν, καὶ αὐτὸς ὁ Πίνδαρος μαρτυρεῖ. 2b.
ἤδη γὰρ αὐτῷ καὶ περὶ τοὺς βωμοὺς τοὺς τοῦ Διὸς θυσία καὶ τὰ ἐναγίσματα ἐπεπλήρωτο καὶ ἡ σελήνη πλήρης οὖσα καὶ ὁλοκλήρῳ τῷ φωτὶ πρὸς τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀντιλάμπουσα καὶ ἀντιφλέγουσα τὸν καιρὸν παρεῖχε τῆς κρίσεως τοῦ ἀγῶνος· ἐν γὰρ τῇ ἑκκαιδεκάτῃ τῆς σελήνης ὁ Ὀλυμπιακὸς ἀγὼν τελεῖται.c.
δεῖ δὲ τὸ πρότερον δεύτερον νοεῖν καὶ τὸ δεύτερον πρῶτον· οὐ γὰρ δὴ θυσίαι ἐγίνοντο πρότερον, εἶτα οὕτως ἡ διχόμηνις ἔλαμπεν, ἀλλὰ πρότερον ἡ ἡμέρα τῆς πανσελήνου παρεγίνετο, εἶτα οὕτως αἱ θυσίαι καὶ τὰ λοιπὰ τοῦ ἀγῶνος ἐτελοῦντο.d.
ὁ δὲ λόγος· ἤδη γὰρ τῶν βωμῶν τοῦ πατρὸς αὐτοῦ Διὸς πληρωθέντων θυσιῶν, ἀντὶ τοῦ σεβασθέντων ταῖς θυσίαις καὶ ἐναγίσματα λαβόντων. 4e.
(αὐτῷ:) τῷ Ἡρακλεῖ. 5Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.