a.
Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε 1 τὸν ὕμνον ὃν εἶπεν.b.
ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς σαφὲς καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων.c.
κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε.d.
τὸ δ᾿ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ 2 δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς.e.
ἢ οὕτω· προιὼν δὲ 3 ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πολέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. 68 b EQg.
ἕτεροι δὲ οὕτω, σαφανές, ἵν᾿ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς 7 τὴν ἄνω διάνοιαν· | τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.