a.
ἐν πρωτογόνῳ τελετᾷ: ἐν τῇ πρώτῃ γεγενημένῃ θυσίᾳ αἱ Μοῖραι ἔστησαν, ὡς ταύτην εὔμοιρον γενέσθαι, καὶ ὁ τὴν ἀλήθειαν πᾶσαν πᾶσι φανερῶν Χρόνος, ἐνδεικνύμενος ὅτι ἐπὶ πολὺν χρόνον τελεσθήσεται.b.
ταύτᾳ δ᾿ ἐν πρωτογόνῳ τελετᾷ: ἐν δὴ ταύτῃ τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων καὶ πρώτῃ τελουμένῃ ἑορτῇ παρεγένοντο μὲν αἱ Μοῖραι αἱ τίμιαι καὶ ὁ τὴν ἀλήθειαν πᾶσι φανερῶν Χρόνος. τοῦτο δὲ εἶπεν ἐνδεικνύμενος ὅτι εὐμοίρως καὶ πολυχρονίως ἡ πανήγυρις τελεσθήσεται.c.
ἄλλως· ἐν ταυτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμπίων 3 παρέστησαν αἱ Μοῖραι καὶ ὁ Χρόνος τοῖς τόποις. παρείληφε δὲ τὰς Μοίρας καὶ τὸν Χρόνον ὅτι εὔμοιρός τε ὁ ἀγὼν ἔσοιτο καὶ εἰς ἅπαντα τὸν αἰῶνα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.