a.
Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν ἐν 1 Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι καὶ Ἐπιζεφύριοι· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ᾿ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ . . . ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς.b.
μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ 2 τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ᾿ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. Καλλίμαχος (fr. 541) · ὃς Ἰταλὴν ἐφράσατ᾿ ἁρμονίην.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.