a.
νέμει γὰρ ἁ τραχεῖα πόλις: ἀντὶ τοῦ εὐνομεῖται· 1 διὸ δεῖ χαρίζεσθαί με τὸν ὕμνον.b.
ἢ νέμει. οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιάζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μουσικῇ καὶ πολέμῳ διαφέρουσιν.c.
ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησιδάμῳ. ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χάριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν, τουτέστιν οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις πρὸς ἐγκώμια· διό φησιν· μέλει τέ σφι Καλλιόπα.e.
νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν, τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν 7 πόλις. | διὸ καὶ ἐμοὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν φυλακτέον.f.
ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησὶν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις.i.
τραχεῖα δὲ εἰκότως ἂν λέγοιτο, λοφώδης οὖσα καὶ ἐπιθαλασσίδιος. 13 | αὐτὸς γάρ φησιν (fr. 200) · οἵ τ᾿ ἀργίλοφον πὰρ Ζεφυρίου κολώναν. καὶ ὃ βούλεται λέγειν, ἔστι τοιοῦτον· καίπερ τραχεῖα οὖσα εὐνομεῖται. διὰ τί δέ, φησὶν Ἀριστοτέλης (fr. 548) · ἐπειδὴ γὰρ ἐχρῶντο τῷ θεῷ πῶς ἂν πολλῆς ταραχῆς ἀπαλλαγεῖεν, ἐξέπεσεν αὐτοῖς χρησμὸς ἑαυτοῖς νόμους τίθεσθαι. ὅτε καί τις ποιμὴν, ᾧ ὄνομα Ζάλευκος, πολλοὺς νόμους δυνηθεὶς εἰσενεγκεῖν τοῖς πολίταις δοκίμους, γνωσθείς τε καὶ ἐρωτηθεὶς πόθεν εὕροι, ἔφησεν ἐνύπνιον αὐτῷ τὴν Ἀθηνᾶν παρίστασθαι· διὸ αὐτός τε ἠλευθέρωται καὶ νομοθέτης κατέστη.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.