a.
ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς 1 καὶ οὐ παλλακίδος.c.
ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς 6 πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· 7 τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα 8 λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.d.
τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας.e.
εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ᾿ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.