a.
Δίρκᾳ: καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ 1 πρῶτον τῆς ὁμολογίας τοῦ γράψαι τὸ ἐγκώμιον. καὶ νῦν ἀπὸ τῆς Δίρκης [τὴν Θήβην φησὶ] καὶ ἐν Θήβῃ φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς τὸν ἐπίνικον μετὰ πολὺν χρόνον τῆς ὁμολογίας.c.
ἄλλως· 4 Δίρκη πηγὴ ἐν Θήβαις.d.
κεχρονικέναι μέν φησι καὶ ἐν 5 ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαίνων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.