f.
τερπνᾶς δ᾿ ἐπεὶ χρυσοστεφάνοιο: ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, | τὰ γένεια δὲ λέγει, τότε 1 δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποταμοῦ. ἐνταῦθα οὖν, | εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε 2 ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα. 3Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.