a.
τοῦτ᾿ ὄνυμα: ἀντὶ τοῦ ὄνομα.b.
τὸ ἀθάνατον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν.c.
ἀθάνατον: διὰ τὸ ἀπ᾿ αὐτοῦ κεκλῆσθαι τοὺς Ἰαμίδας.a.
τοῦτ᾿ ὄνυμ᾿ ἀθάνατον: διὰ τοῦτο.b.
διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ᾿ αὐτοῦ καλεῖσθαι.c.
τερπνᾶς δ᾿ ἐπεί: καλῶς εἶπε τερπνῆς χρυσοστεφάνου καρπόν· ἐν γὰρ τῇ ἀκμῇ τοῦ σώματος οἱ ἄνδρες τὰ τέλεια φρονοῦσι.d.
τερπνὴν δὲ καὶ εὐστέφανον ἐκάλεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς.e.
τερπνᾶς ἥβας: ὅτι ἐν ταύτῃ μάλιστα τὰ ἡδέα τοῖς ἀνθρώποις γίνεται.f.
τερπνᾶς δ᾿ ἐπεὶ χρυσοστεφάνοιο: ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, | τὰ γένεια δὲ λέγει, τότε 5 δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποταμοῦ. ἐνταῦθα οὖν, | εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε 6 ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα. 7Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.