b.
ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, | διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς 1 κεκλῆσθαι, τούς τε βουλομένους εἰς ἀπαιδευσίαν ἐπισκώπτειν τινὰς, τοῦτο λέγειν· Βοιωτία ὗς.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.