a.
ὄτρυνον νῦν ἑταίρους, Αἰνέα: ἀποστρέφει τὸν λόγον πρὸς Αἰνέαν τὸν χοροδιδάσκαλον. Αἰνέας γὰρ οὗτος χοροδιδάσκαλος, ᾧ ἐχρήσατο διὰ τὸ αὐτὸν ἰσχνόφωνον εἶναι καὶ μὴ δύνασθαι ἐν τῷ δημοσίῳ δι᾿ ἑαυτοῦ καταλέγειν τοῖς χοροῖς, ὅπερ οἱ πλείους καὶ μεγαλόφωνοι τῶν ποιητῶν ἀγωνιζόμενοι ἐποίουν, δι᾿ ἑαυτῶν διδάσκοντες τοὺς χορούς. ἀπέστρεψεν οὖν τὸν λόγον ὁ Πίνδαρος πρὸς τὸν Αἰνέαν λέγων· παρόρμησον νῦν, ὦ Αἰνέα, τοὺς ἑταίρους τοὺς ἐν τῷ χορῷ, ὥστε ὑμνῆσαι πρῶτον μὲν τὴν Ἥραν· ἔπειτα δὲ γνωρίσαι τοῖς λόγοις ποίησον αὐτοὺς, εἰ κατὰ τὸν ἀληθῆ λόγον ἐκφεύγομεν τὸ ὄνειδος τῶν Βοιωτῶν | καὶ τὴν 2 παροιμίαν τὴν λεγομένην Βοιωτία ὗς.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.