e.
ἄλλως· τόνδε κῶμον: τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον ὄντα Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα 2 λέγεται· | δέξαι δὲ ἡδέως καὶ κεχαρισμένως ὡς ἐσόμενον φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχημάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.