a.
δέξαι: τοῦτον τὸν κῶμον καὶ ὕμνον δέξαι ὄντα Ὀλυμπιονίκην· ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται. δέξαι δὲ ἡδέως καὶ κεχαρμένως.b.
δέξαι Χαρίτων θ᾿ ἕκατι τόνδε κῶμον: ἀντὶ τοῦ κεχαριτωμένον.c.
ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ 3 τὰ καλὰ ἔργα, μὴ ἔχοντα ποιητικὴν φωνὴν | μάρτυρα.d.
τὸ δ᾿ ἑξῆς· Χαρίτων τ᾿ εὐρυσθενέων ἕκατι.e.
ἄλλως· τόνδε κῶμον: τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον ὄντα Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα 5 λέγεται· | δέξαι δὲ ἡδέως καὶ κεχαρισμένως ὡς ἐσόμενον φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχημάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.