c.
ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησιδάμῳ. ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χάριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν, τουτέστιν οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις πρὸς ἐγκώμια· διό φησιν· μέλει τέ σφι Καλλιόπα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.