c.
ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς 1 πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· 2 τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα 3 λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.