ΥΠΟΘΕΣΕΙΣ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΛΟΓΩΝ.
I.
ΠΡΟΣ ΔΗΜΟΝΙΚΟΝ.
λόγων αὐτοῦ, πρώτας ποιουμένους τὰς παραινέσεις· ἤδη γὰρ καὶ τὴν αἰτίαν προειρήκαμεν. ἀνάγονται δὲ αἱ παραινέσεις ὑπὸ τὸ συμβουλευτικὸν εἶδος, κέκληνται δὲ παραινέσεις παρὰ τὸν αἶνον, ὅ ἐστι τὴν συμβουλὴν, ὡς καὶ Ἡσίοδος “νῦν δʼ αἶνον βασιλεῦσι·” στάσιν δὲ οὐκ ἐπιδέχονται· οὐ γὰρ ἔχουσι τὸν ἀντιλέγοντα. καιρὸς μὲν ἤδη,
ὡς εἴπομεν, ἐπʼ αὐτὰς λοιπὸν χωρεῖν τῶν λόγων τὰς ἐξηγήσεις· ἀλλʼ ἐπειδὴ ἀναγκαῖον πρὸ αὐτῶν τῶν ἐξηγήσεων προηγεῖσθαι τὰς ὑποθέσεις καὶ τοὺς σκοποὺς τῶν λόγων, δεικτέον πρῶτον τοῦ λόγου τὴν ὑπόθεσιν. Ἱππόνικός τις, ὡς ἔχει ὁ πολὺς λόγος, Κύπριος μὲν ἦν τῷ γένει, Ἰσοκράτους δὲ φίλος τοῦ σοφιστοῦ· οὗτος τελευτήσας
κατέλειψε παῖδα, ὀνόματι Δημόνικον. τοῦτον Ἰσοκράτης ὁρῶν παῖδα ὄντα καὶ πολλῆς ἐπιμελείας λόγων δεόμενον, γράφει αὐτῷ ὑποθήκας, ὅπως δεῖ ζῆν αὐτὸν διδάξαι βουλόμενος, ὥσπερ ἣν εἶχε πρὸς τὸν πατέρα εὔνοιαν παραπέμψαι καὶ μέχρι τοῦ παιδὸς, ὡς καὶ ἐν αὐτῇ τῇ ἀρχῇ τοῦ λόγου τοῦτο προοιμιάζεται. συμβουλεύει δὲ αὐτῷ, γράψας
διʼ ἐπιστολῆς· οὐ γὰρ ἐδύνατο καταλεῖψαι τὰς Ἀθήνας διὰ τοὺς μαθητάς. τινὲς δὲ ἐπιχειροῦσι λέγειν τὸν λόγον “ἐπιστολὴ πρὸς “Δημόνικον.” καὶ ἡ μὲν φαινομένη ὑπόθεσις αὕτη· εἰρήκαμεν δὲ ἐν τοῖς ἄνω ὡς ὅτι κοινωφελεῖς αὑτοῦ βούλεται ποιήσασθαι τὰς παραινέσεις καὶ συμβουλεῦσαι πῶς δεῖ ζῆν τὸν ἰδιώτην· καὶ τοῦτο
1 ποιεῖ ἐνταῦθα διὰ τοῦ Δημονίκου, καὶ τὸ πῶς δεῖ βασιλεύειν προβαλλόμενος τὸν Νικοκλέα· φεύγων δὲ τὸ φορτικὸν οὐ φανερῶς ἐπιφέρει τοῖς ἑαυτοῦ λόγοις τὸν ἴδιον σκοπόν. ἄρχεται δὲ ἀπὸ θείων. εἶτα εἰς γονέας μεταβαίνει, εἶτα φίλους καὶ οἶκον καὶ πατρίδα, τήν τε δίαιταν καὶ τὴν περὶ τὸ σῶμα καὶ τὴν περὶ ψυχήν. χωρητέον οὖν
λοιπὸν καὶ ἐπὶ τὸ προοίμιον· εἴρηται δὲ προοίμιον παρὰ τὸν οἶμον, ὅ ἐστιν ὁδόν· Ἡσίοδος “μακρός τε οἶμος καὶ ὄρθιος ἐπʼ αὐτήν.” ὁδὸς δὲ τοῦ λόγου οἱ ἀγῶνες καὶ αἱ πράξεις.
II.
ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ.
τῆς Κύπρου. πρὸς τοῦτον γράφει πάλιν ὁ Ἰσοκράτης παραινέσεις, πῶς δεῖ βασιλεύειν ὀρθῶς. Ἕρμιππος δέ φησιν ἐν τῷ περὶ Ἰσοκράτους, παρατιθέμενος Εὔανδρόν τινα κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ Νικοκλέους αὐτὸς ὁ Ἰσοκράτης ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον, τελευτήσαντος τοῦ Εὐαγόρου,
ὥσπερ καὶ τούτῳ βουλόμενος χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν.
III.
ΝΙΚΟΚΛΗΣ Η ΣΥΜΜΑΧΙΚΟΣ.
αὐτοῦ λέγεται. ἐν γὰρ τῷ πρὸ αὐτοῦ λόγῳ διελέγετο πῶς δεῖ βασιλεύειν, ὧδς δὲ πῶς δεῖ βασιλεύεσθαι τὸ ὑπήκοον. καὶ πάλιν ἐκεῖ 2 παρὰ Ἰσοκράτους ἦν λεγόμενα πρὸς Νικοκλέα, ὧδε δὲ παρὰ τοῦ Νικοκλέους πρὸς τοὺς τῶν ὑπηκόων τιμιωτάτους, τοῦ Ἰσοκράτους αὐτῷ πέμψαντος τὸν λόγον. εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ καὶ πρὸς τοὺς ὑπηκόους ἔπεμψε τὸν λόγον Ἰσοκράτης, λέγομεν ὅτι εἰκότως οὐ διʼ ἑαυτοῦ, ἀλλὰ διὰ τοῦ βασιλέως αὐτοῖς συμβουλεύει, ἐπειδὴ πλήθει
συμβουλεύων ἀνάγκην εἶχε καὶ φόβον κεράσαι τῷ λόγῳ, ἵνα πάντως πεισθῇ τοῖς λεγομένοις τὸ πλῆθος. ἐπιγέγραπται δὲ Νικοκλῆς ἢ συμμαχικὸς, οὐχ ὅτι διὰ τοῦ συνδέσμου ἀναιροῦμεν τὸ ἓν, ἀλλʼ ὅτι καὶ τὰ δύο ἕν ἐστιν, ὥσπερ καὶ οὗτος· Φαίδων ἢ περὶ ψυχῆς. καὶ λέγεται οὗτος ὁ σύνδεσμος διαζευκτικὸς, ὁ καὶ τὸ πρότερον πρᾶγμα διαβεβαιούμενος.
καὶ γὰρ καὶ ὁ λόγος ὑπὸ Νικοκλέους λέγεται, καὶ πρὸς τοὺς ξυμμάχους καὶ ὑπηκόους. ὅτι δὲ διὰ τοῦτο παῤ Ἰσοκράτους ἐστὶν ὁ λόγος πρὸς τὸν βασιλέα πεμφθεὶς αὐτὸς ἡμῖν σαφὲς ποιεῖ, ἐν τῷ λόγῳ λέγων “τὸν μὲν οὖν ἕτερον λόγον, ὡς χρὴ τυραν- “νεῖν, Ἰσοκράτους ἠκούσατε, δὲ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ
“πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος, ἀλλʼ ὡς πρέ- “πον μοι περὶ αὐτῶν διελθεῖν.”
V.
ΦΙΛΙΠΠΟΣ.
μετὰ τὴν εἰρήνην τὴν γενομένην ὑπὸ τῶν περὶ τὸν Αἰσχίνην καὶ Δημοσθένην· διὸ καὶ ἔσχε καιρὸν γράψαι αὐτῷ τῷ Φιλίππῳ, ὡς φίλῳ γενομένῳ τῆς Ἀθηναίων πόλεως. ἐν σχήματι δὲ τοῦ ἐγκωμιάσαι αὐτὸν παραινεῖ αὐτῷ διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλας, πρὸς ἑαυτὰς στασιαζούσας, στρατεῦσαι κατὰ Περσῶν. πρέπει
γάρ σοι, φησὶ, τοῦτο ποιῆσαι, Ἡρακλείδῃ ὄντι καὶ τοιούτῳ δυνατῷ. καὶ ὁ μὲν Φίλιππος λαβὼν τὸν λόγον καὶ ἀναγνοὺς οὐκ ἐπείσθη τοῖς λεγομένοις, ἀλλʼ ἀνεβάλετο τέως· ὕστερον δὲ ὁ παῖς ὁ τούτου Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον καὶ ἐρεθισθεὶς ἐστράτευσε κατὰ Δαρείου τοῦ ὑστέρου καὶ λεγομένου Ὤχου. τὸ μὲν γὰρ κύριον ὄνομα Ὦχος
3 ἐλέγετο, κολακεύοντες δʼ αὐτῷ οἱ Πέρσαι ἐπίκλην αὐτὸν ὠνόμαζον Δαρεῖον, ὡς πρὸς τοὺς πρώτους προγόνους. ἡ δὲ στάσις τοῦ λόγου πραγματική· συμβουλεύει γάρ. ἔγραψε δὲ ὁ Ἰσοκράτης τὸν λόγον γέρων ὢν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φησιν ὁ Ἕρμιππος.
VI.
ΑΡΧΙΔΑΜΟΣ.
“δεύτερον ὑμᾶς ἔχομεν ἐν τῇ γαστρὶ δέξασθαι;” καὶ οὕτω συστραφέντες ἐν Μαντινείᾳ ἐνίκησαν, τῶν Ἀθηναίων ἱππέων καλῶς παραταξαμένων. μετὰ τὰ ἐν Μαντινείᾳ οὖν ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Θηβαίους, αἰτοῦντες αὐτοὺς τὴν εἰρήνην· οἱ δὲ ὑπέσχοντο αὐτοῖς ἡσυχάσειν, εἰ Μεσσήνην ἀνοικίσωσι καὶ αὐτόνομον ἐάσωσι. τῶν οὖν
ἄλλων συμβουλευόντων Λακεδαιμονίοις ἀνοικίσαι, Ἀρχίδαμος ὁ νεώτερος συμβουλεύει Λακεδαιμονίοις μὴ ἀνοικίσαι. κατάγεται δʼ οὕτως ὁ μικρὸς Ἀρχίδαμος· Ζευξίδαμος, οὗ Ἀρχίδαμος, οὗ Ἄγις, οὗ Ἀγησίλαος, οὗ Ἀρχίδαμος· καὶ οἱ μὲν λέγουσιν ὅτι πέμψας Ἀρχίδαμος ἐν Ἀθήναις τὸν λόγον παρὰ Ἰσοκράτους ἐδέξατο· ἄλλοι δέ φασι γυμνασίαν
εἶναι τὸν λόγον Ἰσοκράτους, τίνας ἂν εἴποι λόγους Ἀρχίδαμος συμβουλεύων Λακεδαιμονίοις. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ τοῦ λόγου πραγματικὴ, κεφάλαιον δὲ τὸ ξυμφέρον.
VII.
ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ.
λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας· δῆθεν μὲν ὡς διʼ αὐτοὺς τοῦτο ποιοῦντες, τὸ δʼ ἀληθὲς διὰ τοῦτο πάντα κατασκευάζοντες. εἶτα οἱ Ἀθηναῖοι ἀσμένως ἀκούσαντες τῆς τοιαύτης συμβουλῆς κατέλυσαν αὐτούς. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις τοῦ λόγου πραγματικὴ,
κεφάλαιον δὲ τὸ συμφέρον. ἐγράφη δʼ ὁ λόγος ἐν ἀρχαῖς τῶν Φιλιππικῶν χρόνων, ὡς καὶ αὐτὸς δηλοῖ.
VIII.
ΠΕΡΙ ΕΙΡΗΝΗΣ.
κατʼ ἐκεῖνον τὸν χρόνον καὶ καθʼ ἑαυτὴν γενομένην, ὡς τῶν Λακεδαιμονίων μὲν κακῶς διακειμένων μετὰ τὰ Λευκτρικὰ, τῶν Ἀθηναίων δʼ ἀσθενῶν ὄντων, οὗτος νομίζων εὐχερῶς αὐτὴν ὅτε δή ποτε λαβεῖν, καὶ μᾶλλον βουλόμενος τὴν ἀρχαίαν δύναμιν περιποιῆσαι τοῖς Ἀθηναίοις, ἐπεχείρησε Χίοις καὶ Ῥοδίοις καὶ τοῖς λοιποῖς συμμάχοις.
εἴτα ἐκεῖνοι ἀντέστησαν, καὶ ἡττήθη ὁ Χάρης οὕτως ὥστε λοιπὸν αὐτὸν ἀπορεῖν τί δεῖ ποιῆσαι· καὶ γὰρ εἰ ἀνεχώρησεν ἐξ αὐτῶν καὶ ἦλθεν εἰς Ἀμφίπολιν, αὐτοὶ ἂν ἀμυνόμενοι ἤρχοντο εἰς τὴν Ἀττικήν. ταῦτα δὲ οἱ Ἀθηναῖοι ἀκούσαντες ᾔτησαν σπονδὰς, καὶ εὐθὺς οἱ Χῖοι καὶ Ῥόδιοι σὺν τοῖς ἄλλοις συνέθεντο. καὶ οὗτός ἐστιν ὁ συμμαχικὸς
πόλεμος. νῦν οὖν πρόκειται ἐκκλησία περὶ τοῦ καταθέσθαι τὸν 5 πόλεμον, καὶ ἀνίσταται ὁ Ἰσοκράτης συμβουλεύων ὡς δεῖ μὴ πολυπραγμονεῖν, ἀλλʼ ἡσυχάζειν. καὶ μερίζει τὸν λόγον εἰς δύο, ἓν μὲν τὸ καὶ τοὺς Χίους καὶ τοὺς ἄλλους ἐᾶσαι αὐτονόμους, ἓν δὲ τὸ ἐᾶσαι τὴν ἡγεμονίαν τὴν κατὰ θάλατταν. κατὰ τοῦτο δὲ τὸ μέρος λέγεται Ἀριστείδης ἐπαφεῖναι τὸν ἀντιρρητικὸν τῆς εἰρήνης. καὶ ἡ μὲν ὑπόθεσις
αὕτη, κεφάλαιον δὲ τοῦ λόγου τὸ συμφέρον, ἡ δὲ στάσις πραγματική· συμβουλὴ γάρ.
“πολέμου καὶ εἰρήνης.” κάλλιστον δὲ ἐν τούτοις καὶ τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.
IX.
ΕΥΑΓΟΡΑΣ.
πρῶτον οὖν ἔγραψεν αὐτῷ τὰς παραινέσεις μετὰ τὸν τοῦ πατρὸς θάνατον, εἶτα δεύτερον τὸν ἐπιτάφιον τοῦτον, ἵνα πλέον καὶ διὰ τούτου εὔνους αὐτῷ φανῇ τιμῶν τὸν Εὐαγόρου θάνατον. λέγουσι δέ τινες ὅτι καὶ τριάκοντα τάλαντα ὑπὲρ τούτου ἐδέξατο.
X.
ΕΛΕΝΗΣ ΕΓΚΩΜΙΟΝ.
ὡς κακῶς γράψαντος τὸν λόγον τοῦτον, ὥσπερ ἐκείνου ἐπελάβετο ἐν τῷ Βουσίριδι. ἀλλὰ τί οὖν ἐροῦμεν; λέγομεν ὅτι Γοργίου ἐπιλαμβάνεται τοῦ Λεοντίνου, τοῦ ἐνεγκόντος τὴν ῥητορικὴν εἰς τὴν Ἑλλάδα, ὡς κακῶς γράψαντος, ὡς καὶ αὐτὸς ἐν τοῖς προοιμίοις δηλοῖ ὑποκατιών. βέλτιον δὲ λέγειν, ὤσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀναξιμένην
τὸν Λαμψακηνὸν γράφει. φέρεται δὲ ἐκείνου λόγος, Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον. ἐπαινεῖ μὲν γὰρ αὐτὸν, καθὸ καλὴν ὑπόθεσιν προείλετο γράφων περὶ Ἑλένης, ψέξας δὲ διὰ πολλῶν ἐν τοῖς προοιμίοις φιλοσόφους τινὰς, τοὺς μὴ αἱρουμένους τοιαύτας τινὰς καλὰς ὑποθέσεις γράφειν, ἀλλʼ ἁπλῶς ἄτοπά τινα καὶ
παράδοξα λέγειν ἐπιχειροῦντας, μηδεμίαν ὄνησιν ἔχοντα, ἅτινα καὶ διεξέρχεται.
XI.
ΒΟΥΣΙΡΙΣ.
ἀνάγκης ἐλθόντα ἐπὶ τὸ σοφιστεύειν διὰ πενίαν, Ἀθηναῖον μὲν τῷ γένει, σοφιστεύοντα δὲ νῦν ἐν Κύπρῳ. γράφει δὲ αὐτῷ ὡς φίλος. ἐπανορθούμενος αὐτὸν δῆθεν ὡς σφαλέντα ἐν τούτοις τοῖς λόγοις οἷς ἔγραφεν, ἔν τε τῷ ἐγκωμίῳ τοῦ Βουσίριδος καὶ ἐν τῇ κατηγορίᾳ τοῦ Σωκράτους, τὸ δὲ ἀληθὲς ἐπιλαβέσθαι αὐτοῦ βουλόμενος καὶ
αὐτὸν τοῖς ἅποσιν ὡς μηδὲν εἰδότα ἀμυνόμενος ὥσπερ αὐτὸν ὑπὲρ τοῦ ἰδίου διδασκάλου τοῦ Σωκράτους. αὐτὸς γάρ ἐστιν ὁ παρασχὼν 7 τὸν λόγον τῆς κατηγορίας Σωκράτους τοῖς περὶ Ἄνυτον καὶ Μέλητον, ἵνα κατηγορηθεὶς ἀποθάνῃ. κατηγόρουν δὲ αὐτοῦ ὡς ὅτι καινὰ δαιμόνια εἰσφέρει τοῖς Ἀθηναίοις, λέγων δεῖν σέβειν ὄρνεα καὶ κύνας καὶ τὰ τοιαῦτα, καὶ διὰ τούτου διαφθείρει τοὺς νέους τοὺς μανθάνοντας. ἐζήτησαν δέ τινες διὰ ποίαν αἰτίαν μὴ φανερῶς τὸν
κατʼ αὐτοῦ λόγον εἰσῆλθεν, εἴ γε φείδεται τοῦ διδασκάλου. καὶ λέγομεν, ἵνα μὴ ὀργισθῶσιν οἱ Ἀθηναῖοι, ἀρτίως τοῦ Σωκράτους καταψηφισάμενοι. δοκεῖ οὖν διὰ τούτου ὥσπερ ἐλέγχειν αὐτοὺς ὡς κακῶς καταψηφισαμένους. καὶ γὰρ καὶ αὐτοὶ ὥσπερ μετέγνωσαν ὕστερον, ὅτι ἀσεβῶς ἔπραξαν καταψηφισάμενοι Σωκράτους, εἶτα καὶ σωφρονισθέντες
διὰ τοῦ λοιμοῦ τοῦ ἐγκατασκήψαντος αὐτοῖς διὰ τὸν Σωκράτους θάνατον. ἀπέθανε δὲ ἐπὶ Λάχητος ἄρχοντος. ὅθεν λοιπὸν ἐκέλευσαν μηδένα δημοσίᾳ, οἷον ἐν κοινῷ θεάτρῳ, λέγειν περὶ Σωκράτους. ἀμέλει λέγεταί τι τοιοῦτον, ὡς ὅτι τοῦ Εὐριπίδου βουλομένον εἰπεῖν περὶ αὐτοῦ καὶ δεδιότος ἀναπλάσαι τὸ δρᾶμα τὸν Παλαμήδην,
ἵνα διὰ τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς τὸν Σωκράτην καὶ εἰς τοὺς Ἀθηναίους καὶ ποιήσαντός τινα πρὸς τοὺς Ἕλληνας λέγοντα, τὸ δὲ ἀληθὲς πρὸς Ἀθηναίους διὰ Σωκράτην “ἐκάνετε, ἐκάνετε τῶν Ἑλλήνων τὸν ἄριστον,” ὅ ἐστιν ἐφονεύσατε. καὶ νοῆσαν τὸ θέατρον ἅπαν ἐδάκρυσε, διότι περὶ Σωκράτους αἰνίττεται. γράφει οὖν αὐτῷ τὸν
8 λόγον τοῦτον, ὥσπερ εἴπαμεν, ἐπιλαμβανόμενος αὐτοῦ. εἰ δέ τις ζητήσοι τὴν αἰτίαν διὰ τί μὴ καὶ τὸν ἄλλον λόγον εἶπεν εἰς τὸν Σωκράτην, λέγομεν ὡς ἤδη περὶ τούτου προειρήκαμεν, ἵνα μὴ ὀργισθῶσιν αὐτῷ οἱ Ἀθηναῖοι ἔναγχος καταψηφισάμενοι.
Ποσειδῶνος ἐγένετο παῖς· οὗτος τεχθεὶς ἐν Λιβύῃ τῇ χώρᾳ, ὑπεριδὼν τῆς ἐκεῖ οἰκήσεως εἵλετο τὴν ἐν Αἰγύπτῳ οἴκησιν καὶ ἐλθὼν ἐν τῇ Αἰγύπτῳ κτίζει πόλιν ὁμώνυμον αὐτῷ Βούσιριν, ἥτις καὶ νῦν οὕτω κέκληται. αἰτίαν δʼ ἔσχεν ὡς ξενηλάτης καὶ ὡς θύων τοὺς ξένους. ὁ οὖν Πολυκράτης, ἅτε δὴ σοφιστὴς λογογράφος, ἠθέλησε καὶ ἀπολογίαν
γράψαι ὑπὲρ τοῦ Βουσίριδος καὶ ὑπὲρ τούτων ὧν ἐνεκαλεῖτο· εἰς ἣν αὐτοῦ ὁ Ἰσοκράτης ἐπιλαμβάνεται, καὶ ὑποτίθεται αὐτὸς πῶς ἔδει αὐτὸν γράψαι τὸ ἐγκώμιον. διὸ καὶ ὁ λόγος οὗτος τῶν τεσσάρων ἐγκωμίων ἐστίν.
XIII.
ΚΑΤΑ ΤΩΝ ΣΟΦΙΣΤΩΝ.
φιλοσοφίαν καὶ εἰς τὴν πολιτικὴν ἀρετὴν, ὅ ἐστι τὴν ῥητορικὴν, τοὺς ἐν αὐταῖς κακῶς ἐξεταζομένους ἐξελέγξαι βουλόμενος. καὶ λέγει πρῶτον περὶ τῶν ἐριστικῶν, εἶτα περὶ τῶν πολιτικῶν· τέμνει δὲ τοῦτο εἰς δύο, εἴς τε τοὺς ἐπαγγελλομένους διδάσκειν, μὴ εἰδότας 9 δὲ, καὶ εἰς τοὺς γράψαντας τέχνην ῥητορικὴν, πάλιν δὲ καὶ αὐτοὺς ἀγνοοῦντας. ἐζήτησαν δέ τινες διὰ ποίαν αἰτίαν οὕτως ἦλθεν ὁ Ἰσοκράτης ἐπὶ τοῦτον τὸν λόγον, ὥστε ἁπλῶς καταδραμεῖν τούτων. καὶ οἱ μὲν ἀπελογήσαντο, λέγοντες τὴν αἰτίαν, ἣν προείπομεν, διὰ τὸ τὸν Ἀριστοτέλην λυπῆσαι αὐτὸν, διὰ τὸ ἀφελέσθαι αὐτοῦ μαθητὴν, Θεοδέκτην
ὀνόματι. αὕτη δὲ ἡ αἰτία ὡς ἔστιν εὐήθης οὐ δύσκολον καταμαθεῖν· οὐδὲ γὰρ κατὰ μόνων φιλοσόφων ποιεῖται τὸν λόγον, ἀλλὰ καὶ ῥητόρων αὐτῶν. ποία οὖν ἂν εἴη ἀληθὴς αἰτία ἢ αὕτη, διότι ἑώρα ἐν τῷ χρόνῳ τοῦ λόγου τούτου πολλοὺς ἐπιπηδῶντας ταῖς τέχναις ἀπερισκέπτως, καὶ ἐπαγγελλομένους διδάσκειν ἅπερ οὐκ ἴσασι,
καὶ σοφιζομένους τὴν ἀλήθειαν. διὸ καὶ ὁ λόγος αὐτῷ ἐπιγέγραπται “κατὰ τῶν σοφιστῶν,” οὐχ ἁπλῶς τῶν σοφιστευόντων, ἀλλὰ κατὰ πάντων τῶν σοφιζομένων τὴν ἀλήθειαν. τριχῶς γὰρ τοῦτο τοὔνομα λέγεται παρὰ τοῖς παλαιοῖς· οἷον οὕτω, σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν καὶ τὸ φρόνιμον· ὅθεν καὶ ὁ Πλάτων φιλόσοφον
καλεῖ τὸ πρῶτον αἴτιον, τὸ φιλοῦν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν, ὅθεν καὶ ὁ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται τὸν θεὸν κατὰ τὸ δυνατόν· καὶ πάλιν σοφιστὴν καλοῦσι αὐτὸν τὸν ῥήτορα, τὸν διδάσκοντα τοὺς ῥητορικοὺς λόγους· σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν, περὶ οὗ νῦν
διέρχεται. ἐζήτησαν δέ τινες πάλιν καὶ διὰ τί καὶ αὐτὸς ὁ λόγος, εἴ γε εἷς ἐστι τῶν τεσσάρων ἐγκωμίων, κατὰ τῶν σοφιστῶν ἐπιγράφεται, καὶ ψόγος ἐστὶ καὶ μὴ ὅπερ οἰκεῖον ἐγκωμίου, τὸ μᾶλλον ὑπέρ τινος λέγειν ἢ κατά τινος. καὶ λέγομεν ὅτι, ἐάν τις σκοπήσῃ ὑπὸ τί ἀνάγεται καὶ ὁ ψόγος καὶ τὸ ἐγκώμιον, ὅτι ἑκάτερον ὑπὸ ἓν
εἶδος τὸ πανηγυρικὸν, εὑρήσει τὴν αἰτίαν· ἡ γὰρ οἰκειότης πρὸς τὸ 10 ἐγκώμιον, καὶ τὸ τοῖς αὐτοῖς κεφαλαίοις τέμνεσθαι τὸν ψόγον, ὥσπερ καὶ τὸ ἐγκώμιον, ἐποίησε καὶ τὸν ψόγον ἐγκώμιον ὀνομάζεσθαι κατὰ ἀντίφρασιν. εἰ δέ τις εἴποι, διὰ τί δὲ μὴ δικανικοῦ εἴδους ἐστὶν, εἴ γε καταδρομῇ κέχρηται, λέγομεν, ἐπειδὴ οὔτε ἐν δικαστηρίῳ ἐλέχθη, οὔτε ἡ τιμωρία ὥρισται.
XIV.
ΠΛΑΤΑΙΚΟΣ.
μετὰ πολλὰ ἔτη γενόμενον τῶν Πελοποννησιακῶν. ἐγένετο γὰρ ἡ κατασκαφὴ τῶν Πλαταιέων ἐν τῷ ε΄ ἔτει τοῦ Πελοποννησιακοῦ· κατέσχε δὲ κ΄ καὶ ἑπτὰ ἔτη ὁ πᾶς πόλεμος, καὶ τὰ λοιπὰ κβ΄. εἶτα ἐν ᾧ ἦρξαν Λακεδαιμόνιοι, τριάκοντα, ἤγουν πεντήκοντα δύο πρὸ τοῦ Φιλίππου ἔτη εἴρηται ὁ λόγος, ὡς ἀνάγκη τὸν Ἰσοκράτην τριῶν ἐτῶν
ὄντα εἰπεῖν τὸν λόγον, ὅπερ ἀδύνατον. πρὸς ὃ καί τινες ἀπολογούμενοι λέγουσιν ὅτι πρὸς μελέτην εἴρηται ὁ λόγος ζητήματος· οὐκ ἔστι δέ. ἀλλὰ τὸ δεύτερον κατεσκάφησαν οἱ Πλαταιεῖς· ὁτὲ μὲν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὑπὸ Λακεδαιμονίων χαριζομένων Θηβαίοις, εἶτα ὅτε ἐπολέμησαν Λακεδαιμόνιοι Θηβαίοις μετὰ τὸν Πελοποννησιακὸν
πόλεμον καὶ ἐνίκησαν οἱ Λακεδαιμόνιοι, πολεμίους ὁμόρους ἀναστῆσαι Θηβαίοις βουλόμενοι ἀνῴκισαν Πλάταιαν· εἶτα ὕστερον νικήσαντες οἱ Θηβαῖοι ἐν Λεύκτροις κατέσκαψαν αὐτοὺς, 11 Πλαταιέας, οὓς ὕστερον ἀνοικίζει πάλιν Φίλιππος κατὰ Θηβαίων. κατασκαφέντες οὖν νῦν τὴν δευτέραν κατασκαφὴν ἔρχονται εἰς τὰς Ἀθήνας, ἀναλαβεῖν βουλόμενοι τὴν πόλιν διὰ τῶν Ἀθηναίων, εἰς οὓς κατέφυγον, ὥς φησιν ὁ Ἀριστείδης. καὶ ἡ μὲν ὑπόθεσις αὕτη· ἡ δὲ στάσις πραγματικὴ ἄγραφος.
ΣΧΟΛΙΑ.
12 λεπτουργίας, ἥτις ἐστὶν ἴδιον τοῖς σκνιποῖς· τοιοῦτοι γὰρ οἱ κυμινοπρῖσται· καὶ εἰς ἐλευθερίαν ἐθίσεις αὑτόν.
πολλοῦ τιμώμενον καὶ πολλαπλάσιον τῆς τοῦ εἰσαχθέντος δώρου τιμῆς.
τοιοῦτος γὰρ Ἰσοκράτης, καὶ ἐν ἄλλοις αὑτοῦ λόγοις τοῦτο ποιῶν.
ἀπὸ τούτου ὡς φαίνεται μὴ ἀρεσκόμενος τῇ πολυθεΐᾳ ὁ Ἰσοκράτης.
χιαστή·
νοήσας, τὸ “καλὸν ἐντάφιον ἡ τυραννίς.”
δʼ ἄν τις ἐν τῷ λόγῳ τούτῳ, διὰ τί, ἐπιταφίου ὄντος καὶ τοῦ ἐπιταφίου ἀπαιτοῦντος παρὰ τὰ ἐγκωμιαστικὰ πάντα κεφάλαια πλέον τό τε θρηνητικὸν ἐν τῇ ἀρχῇ καὶ τὸ παραμυθητικὸν ἐν τῷ τέλει (ἐν γὰρ μόνοις τοῖς δύο τούτοις κεφαλαίοις διαφέρουσιν ὅ τε ἐπιτάφιος λόγος καὶ τὸ ἐγκώμιον), ἐνταῦθα δὲ παρῆκε τὰ δύο κεφάλαια; καὶ λέγομεν
ὅτι φαίνεται ἐκ πολλοῦ τοῦ χρόνου τετελευτηκὼς Εὐαγόρας· καὶ ὁ Ἰσοκράτης, νῦν πέμψας τὸν λόγον μετὰ πολὺ τοῦ ἐκείνου θανάτου, ἄτοπον ἡγεῖτο θρηνητικὸν τάττειν καὶ ἀναμιμνήσκειν τῶν θρήνων τῶν ὀφειλόντων προτοῦ λεχθῆναι παῤ αὐτὸν τὸν θάνατον. εἰ δέ τις εἴποι ὅτι, εἰ διὰ ταύτην τὴν αἰτίαν παρῆκε τὸ θρηνητικὸν, διὰ τί καὶ ἐν τῷ
τέλει ἐξέστη τοῦ εἰπεῖν τὸ παραμυθητικόν; λέγομεν ὅτι, εἰ τοῦτο ἐπήγαγε, μὴ προηγησαμένου τοῦ θρηνητικοῦ, ἔτι πλέον ἀκαιρότερον ἐδόκει ποιεῖν. ἔνθα γάρ εἰσι θρῆνοι, ἐκεῖ ὀφείλει καὶ ἡ παραμυθία παρέπεσθαι· εἰ δὲ μηδένα ἐθρηνήσαμεν τῷ λόγῳ, ὑπὲρ τίνος ἐμέλλομεν παραμυθεῖσθαι τοὺς τῷ γένει προσήκοντας; ὥστε οὖν δύνασθαι
τὸν λόγον καὶ Ἐπιτάφιον λέγεσθαι καὶ Ἐγκώμιον· Ἐπιτάφιον μὲν, διότι εἰς τὸν τετελευτηκότα Εὐαγόραν γράφει τὸν λόγον, Ἐγκώμιον δὲ, διότι παρῆκε τὰ δύο κεφάλαια τοῦ Ἐπιταφίου. ἐνίκησε δὲ αὐτὸν τὸν λόγον Ἐγκώμιον μᾶλλον λέγεσθαι. ἰστέον δὲ ὡς ὅτι ἀντὶ τῶν δύο τούτων κεφαλαίων ἕτερα δύο ἀντεισήγαγε, τό τε τρίτον προοίμιον,
15 ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐγκώμιον, ὡς προείρηται, καὶ τὸ παραινετικόν. καὶ τὸ μὲν προσθεῖναι τρίτον προοίμιον ἦν ἀντὶ τοῦ θρηνητικοῦ· τὸ δὲ παραινετικὸν ἐν τῷ τέλει ἀντὶ τοῦ παραμυθητικοῦ· ἐν ᾧ αὐτῷ παραινεῖ ὅτι “Ὀφείλεις, ὦ Νικόκλεις, μιμήσασθαι τὰς πράξεις τὰς τοῦ πατρὸς, ἃς νῦν διήλθομεν ἐν τῷ ἐπιταφίῳ.” διὰ τοῦτο γὰρ καὶ τὸ
παραινετικὸν ἐν τῷ τέλει ἔταξε, καὶ οὐκ ἐν τῇ ἀρχῇ, ἐπειδὴ ἔδει πρῶτον ἀποδειχθῆναι τοῦ πατρὸς τὰς πράξεις, ἵνα πρὸς ταύτας ὕστερον δυνηθῇ αὐτῷ παραινεῖν βιῶναι.
εἶτα ἀπὸ ἀνατροφῆς, ἀπὸ πράξεων, καὶ συγκρίσεων, καὶ ἐπιλόγων· λέγομεν ὅτι οὐδὲν μέγα εἶχεν εἰπεῖν εἰς τὴν θέσιν τῆς πατρίδος, τῆς Σαλαμῖνος. δεῖ δὲ ἐν πᾶσι τὰ συμφέροντα καὶ τὰ ἀναγκαίως ὀφείλοντα λεχθῆναι λέγειν, οὐ μέντοι ὅσα διδάσκει ἡ τέχνη· μᾶλλον δὲ τέχνῃ ἀνέγκλητον τὸ ἐπιτηδείως ἀποδοκιμάζειν τὰ μὴ ὀφείλοντα
ἕπεσθαι.
προηγησαμένης ἢ διὰ φόβον τυράννων ἤ τι τοιοῦτον.
οὐ παραιτητέον αὐτὴν τιθεμένην, χωρὶς τῶν προοιμίων.
ψεύδεσθαι.
τοῦ προοιμίου, πῶς τινὲς ἀτόπους ποιοῦσιν ὑποθέσεις. ἰστέον ὅτι τρία εἴδη προοιμίων τὰ κεφαλαιωδέστατα, ἓν μὲν τὸ πρὸς κατηγορίαν τῶν ἐναντίων λαμβανόμενον, δεύτερον δὲ τὸ πρὸς θεραπείαν τῶν δικαστῶν, τρίτον τὸ ἕνεκα τοῦ προσώπου αὐτοῦ τοῦ λέγοντος. εἰ δέ τις ἀκριβῶς ζητήσοι, εὑρήσει ὅτι καὶ τὰ τρία ἕνεκα τοῦ ἰδίου προσώπου τοῦ λέγοντος
γίγνεται.
εἰσβολὴ τοῦ ἐγκωμίου.
δεῖ ψεύδεσθαι ἐν τοῖς ἐγκωμίοις καὶ τῶν προσόντων ἀγαθῶν μείζονα λέγειν, ἀλλʼ οὐκ ἀδύνατα γίνεσθαι. εἰ δὲ μὴ, τοὐναντίον δόξομεν κατηγορεῖν τοὺς ἐγκωμιαζομένους ἢ ἐπαινεῖν, ἐλεγχόμενοι παρὰ τοῖς ἀκροαταῖς ψευδόμενοι φανερῶς, ἀποδεικνύντες τὸν ἐπαινούμενον μὴ πεπραχότα ταῦτα.
θεοὺς, ἀλλʼ ὑπὸ τῶν θεῶν φιλουμένους.
πρὸς ἀντιδιαστολὴν τῶν κδ΄ στοιχείων, ἣν καλεῖ τεταγμένην τέχνην.
Scholia in Isocratem (scholia vetera). Scholia in Isocratem. ed. Wilhelm Dindorf. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.