ΒΙΟΣ ΙΣΟΚΡΑΤΟΥΣ.
τοῦ ῥήτορος ἀπογεννωμένην· ἀτυχήσας δὲ περὶ τέκνα θετὸν ἐποιήσατο παῖδα τὸν ταύτης υἱὸν, τὸν Ἀφαρέα. μαθητὴς δʼ ἐγένετο φιλοσόφου μὲν Σωκράτους, ῥήτορος δὲ Θηραμένους, τοῦ μαθητοῦ Γοργίου (ὁ δὲ Γοργίας μαθητὴς Τισίου), τοῦ καὶ κοθόρνου. ἐκλήθη δὲ οὗτος κόθορνος διὰ τοιαύτην αἰτίαν. κόθορνος ὑπόδημά ἐστιν ἁρμόζον
γυναιξὶ καὶ ἀνδράσιν ἢ ἁρμόζον κατὰ δεξιοῦ καὶ ἀριστεροῦ ποδός· εἴτ᾿ οὖν διὰ τοῦτο, εἴτε δι᾿ ἐκεῖνο, ἁπλῶς κόθορνος ἐκλήθη διὰ τὸ εὐχερὲς τῶν τρόπων, ὥσπερ καὶ ὁ κόθορνος εὐμετάβλητός ἐστι περί τε δεξιὸν πόδα καὶ ἀριστερὸν, ἤγουν πρὸς ἄνδρας καὶ γυναῖκας, καὶ μὴ ἐν ἑνί ποτε μόνῳ ἱστάμενος. μέμνηται καὶ Ἀριστοφάνης
τοῦ κοθόρνου ἐν τοῖς Βατράχοις “τί κόθορνος καὶ ῥόπαλον συνηλθέ- “την;” ἀεὶ γὰρ πρὸς τὰς πολιτείας μετεβάλετο, καὶ τιμῶν τὴν παροῦσαν πολιτείαν καταλυθείσης ταύτης ποτὲ ὕστερον κατήγορος ἐγένετο, ἧς καὶ μετεῖχε πρώην. καὶ δὴ τοῦτο συνειδότες οἱ τριάκοντα πρὸ τῆς καταλύσεως αὐτῶν ἐφόνευσαν αὐτὸν, ἵνα μὴ ὕστερον
διαβάλῃ καὶ αὐτοὺς ὥσπερ τοὺς τετρακοσίους, ὡς σὺν θεῷ μαθησόμεθα. ἀπιόντος δὲ τούτου πρὸς θάνατον συνηκολούθει ὁ Ἰσοκράτης 1 μετασχεῖν βουλόμενος τοῦ θανάτου, ὥσπερ καὶ ἐν τῷ θανάτῳ τὴν τιμὴν τὴν πρὸς τὸν διδάσκαλον ἐνδεικνύμενος. ὡς δʼ ἐκώλυσε καὶ οὐκ ἔπειθεν, ὕστερόν τι εἰπὼν ἔπεισεν· ἔφησε γάρ “ἐὰν μὴ σὺ παρα- “λειφθῇς, συναπόλλυταί σοι καὶ ἡ ἐμὴ διδασκαλία, ὥστε ζῶν “πλέον ἔτι τιμᾷς, ἐνδεικνύμενος τὴν ἐμὴν διδασκαλίαν.” καὶ οὕτω
πεισθεὶς ἀπελθὼν ἐδίδασκεν. ἔγραφε δὲ λόγους πανηγυρικοὺς καὶ συμβουλευτικούς· τῶν γὰρ δικανικῶν ἀπείχετο πλεονάκις διὰ τὸ δύο πάθη ἔχειν σωματικὰ, ὅτι τε δειλὸς ἦν καὶ ἀσθενὴς τῇ φωνῇ. καὶ οὕτως ἦν δειλὸς καὶ αἰδήμων καὶ μὴ φέρων λέγειν ἐν τοῖς πλήθεσι διὰ τὸ ἀπαρρησίαστον, ὥστε λέγεταί ποτε ὡς αὐτοῦ ἐξηγουμένου
ἐπεισῆλθόν τινες αὐτοῦ ἀκοῦσαι, ὁ δʼ αἰδούμενος ἐσιώπησεν. ἐλάμβανε δὲ χρήματα πάμπολλα ὑπὲρ τῆς διδασκαλίας, παρὰ μὲν τῶν πολιτῶν οὐδὲν, ὥσπερ γέρας τοῦτο κατατιθέμενος καὶ τροφεῖα καταβάλλων τῇ πατρίδι, παρὰ δὲ τῶν ξένων χιλίας δραχμάς. ἀμέλει Ἐφόρου τινὸς αὐτοῦ μαθητοῦ ἀπελθόντος ἐν τῇ πατρίδι καὶ ἐλθόντος
πάλιν πρὸς τὸ ἀναλαβεῖν καὶ δόντος τὰς χιλίας ἐκάλει τοῦτον Δισέφορον. πλούσιος δὲ γενόμενος ἐμερίσατο τὸν πλοῦτον πρὸς τὴν πόλιν διὰ τῆς εὐνοίας, τριηραρχίας καὶ πολλὰς λειτουργίας συντελῶν. ἔσκωπτον δὲ τοῦτον οἱ κωμικοὶ ὡς κεχρημένον τινὶ πόρνῃ Λαγίσκῃ ὀνόματι. λέγομεν δὲ ἡμεῖς ἀπολογούμενοι ὅτι μάλιστα μὲν οὐδὲν
τοῦτο ποιεῖ, εἰ εἶχε μετὰ τὴν τελευτὴν τῆς γυναικὸς ταύτην παλλακίδα· ἔπειτα λέγομεν ὅτι τοῦτʼ αὐτὸν πολὺ πλέον προσαπολύει τῆς διαβολῆς, ὅτι ψευδὲς τὸ παρὰ τῶν κωμικῶν σκώπτεσθαι. εἰώθασι γὰρ οἱ κωμικοὶ τὰ μεγάλα πρόσωπα σκώπτειν διὰ γέλωτα, ὡς Σωκράτην εἰσάγουσιν ἐρῶντα νέων. ἔγραψε δὲ πολλοὺς λόγους, ὧν εἰσιν
αἱ παραινέσεις, εἰ καί τινες ἠβουλήθησαν αὐτὰς εἰπεῖν μὴ εἶναι αὐτοῦ διὰ τὸ ἀσθενὲς τῆς φράσεως· ἃς πρῶτον εἰκότως ἀναγινώσκομεν, οὐχ ὡς βελτίονας οὔσας τῶν ἄλλων λόγων (καὶ γὰρ καὶ ὁ Πανηγυρικὸς αὐτῶν προέχει καὶ ἄλλοι πολλοί), ἀλλʼ ὅτι περὶ ἠθῶν διαλαμβάνουσιν. ἀναγκαῖον δὲ τὰ ἤθη πρὸ τῶν λόγων κοσμῆσαι, ὥσπερ ὁ γεωργὸς
ὀφείλει πρὸ τῶν σπερμάτων καὶ ἦς μέλλει καταβάλλειν φυτείας 2 ἐκκόπτειν ἀπὸ τῶν χωρίων τὰ λυμαινόμενα τούτοις, οἷον ἄγρωστιν καὶ τὰ τούτοις παραπλήσια· διʼ ὃ, ὡς καὶ πρὸς παῖδας ταῦτα γράφων, ἠναγκάσθη ταπεινοτέρᾳ χρήσασθαι τῇ φράσει, ὥστʼ αὐτοῦ ἂν εἴησαν καὶ αἱ παραινέσεις. ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν οὕτως αὐτὰς ἀναγινώσκομεν κατὰ τάξιν, πρῶτον τὴν πρὸς Δημόνικον,
ἔπειτα τὰς πρὸς Νικοκλέα, καὶ μὴ ἀδιαφόρως, ὥσπερ ἐν τοῖς ἄλλοις αὐτοῦ λογοις. λέγομεν ὅτι Ἰσοκράτης βουλόμενος κοινωφελὴς γενέσθαι, φορτικὸν δὲ ἡγούμενος τὸ πρὸς πάντας γράφειν τὰς συμβουλὰς ἤθελεν ὡς πρὸς τούτους γράφειν. τὸ δὲ ἀληθὲς πᾶσι παραινεῖ διὰ τῶν τριῶν παραινέσεων, ὥσπερ καὶ ὁ Ἡσίοδος ὡς πρὸς τὸν
ἀδελφὸν λέγων “ἐργάζευ, νήπιε Πέρση” πᾶσι παραινεῖ. οὕτω καὶ ὁ Ἰσοκράτης. τάττει οὖν πρῶτον τὸν πρὸς Δημόνικον ὡς πρὸς ἰδιώτας πρῶτον διαλεγόμενος, εἶτα βασιλεύειν διδάσκων ἐν τῷ πρὸς Νικοκλέα· πρῶτον γάρ τις ἰδιώτης γενόμενος ὕστερον ἔρχεται ἐπὶ τὴν βασιλείαν. εἶτα λέγει ἐν τῷ πρὸς Νικοκλέα ἢ συμμαχικῷ, πῶς δεῖ
καὶ τὸν ἰδιώτην βασιλεύεσθαι. σκώπτουσι δὲ αὐτὸν, ὡς εἶπον καὶ ἄνω, οἱ κωμικοὶ ἐπὶ τῇ Λαγίσκῃ, ὧν εἷς ἐστι καὶ Στράττις, λέγων ταῦτα ἐν Ἀταλάντῃ·
“εἶναι λόγους.” ἔσχε δὲ μαθητὰς πολλοὺς μὲν, τοὺς δὲ εὐδοκιμηκότας καὶ ἐπιφανεῖς τούτους· Θεόπομπον, Ἔφορον, ὧν καὶ ἱστορίαι φέρονται, Ὑπερείδην, Ἰσαῖον, Λυκοῦργον, οἵτινές εἰσι τῶν δέκα ῥητόρων τῶν κριθέντων τε καὶ ἀναγινωσκομένων, εἶτα Φιλίσκον, Ἰσοκράτην ὁμώνυμον αὐτοῦ, Θεοδέκτην, Ἀνδροτίωνα τὸν τὴν Ἀτθίδα
γράψαντα, καθʼ οὗ καὶ ὁ Δημοσθένης ἔγραψε, καὶ Πύθωνα τὸν Βυζάντιον, τὸν ῥήτορα Φιλίππου. περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου φέρεταί τι τοιοῦτον αὐτοῦ καὶ ἀστεῖον· εἶχε γὰρ καὶ τοῦτο. ὡς ἑώρα τὸν Θεόπομπον μικρὰν ὑπόθεσίν τινα λαμβάνοντα καὶ ἐπεκτείνοντα ταύτην καὶ διὰ πολλῶν λέγοντα, ὥσπερ ἐν τῇ Φιλιππικῇ αὑτοῦ ἱστορίᾳ
ἐποίησε, τὸν δὲ Ἔφορον μεγάλην μὲν ὑπόθεσιν λαμβάνοντα καὶ πολλῶν δεομένην εἶτα διʼ ὀλίγων αὐτὴν λέγοντα καὶ ἐλλιπῶς, ἔφησεν ὡς ὅτι “ἔχω τινὰς δύο μαθητὰς, ὧν ὁ μὲν δεῖται μάστιγος, ὁ δὲ “χαλινοῦ,” μάστιγος μὲν λέγων περὶ τοῦ Ἐφόρου διὰ τὸ νωθὲς καὶ βραδὺ τῆς φύσεως, χαλινοῦ δὲ διὰ τὸ Θεοπόμπου πολύ τε καὶ
ἀκρατὲς τῆς γλώττης. διατριβὴν δὲ εἶχε πρὸς τῷ Λυκείῳ τῷ γυμνασίῳ. λέγεται δὲ καὶ τοῦτο περὶ αὐτοῦ, ὡς ὅτι κατηγορηθεὶς ὡς διαβάλλων τὴν δημοκρατίαν ἐν τῷ γράφειν πρὸς Νικοκλέα ταῖς παραινέσεσι βασιλέα ὄντα, ἤρκει ἀπολογησόμενος πάλιν ἐξ αὐτῶν τῶν παραινέσεων εἰπὼν ἐκεῖνο, “ὥσπερ γὰρ τὸν ἐν δημοκρατίᾳ πολι-
“τευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ “κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.” τοὺς δὲ δικανικοὺς 4 αὑτοῦ λόγους καὶ οὓς ἔδει ἐν πλήθει λέγειν λέγεται ὡς ὅτι ἢ διʼ ἄλλων ἐπεδείκνυτο ἢ διʼ ἑαυτοῦ ὀλίγους. ἄξιον δὲ καὶ περὶ τοῦ χαρακτῆρος τἀνδρὸς εἰπεῖν. ἤδη μὲν οὖν προφθάσαντες εἴπομεν ὡς ὅτι ζηλωτὴς μὲν ἐγένετο τοῦ Γοργίου κατὰ τὸ ὁμοιοκαταληκτῶδες καὶ παρισῶδες, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀεὶ διὰ τὸ προσκορές· σαφεῖ δὲ
τῇ λέξει κέχρηται καὶ ἠθικῇ καὶ πιθανῇ· στρογγύλη δʼ οὐκ ἔστιν οὐδὲ χάριν ἔχουσα, ὥσπερ ἡ τοῦ Λυσίου. λέγεται γὰρ καὶ τοῦτο, ὡς ὅτι διεφθονοῦντο οὗτοι ἀλλήλοις καὶ ἀντεπαίδευον. συνεχὴς δέ ἐστι τοῖς ἐνθυμήμασιν· οὔπω γὰρ τελειώσας τὸ νόημα ἄλλο αὐτῷ συμπλέκει ἐνθύμημα. διὰ πολλῶν δὲ αὐτοῦ καὶ τὰ προοίμια. εἰ δέ τινες
ἐπεισάγουσιν ἄλλους τινὰς λόγους ὡς ὄντας αὐτοῦ, οὐ προσδεκτέον ἐκείνους παρὰ τοὺς φερομένους. εἰσὶ δὲ οἱ ἐπεισφερόμενοι οὗτοι· συμβουλευτικοὶ ἐννέα, περὶ παρασκευῆς ἱπποδρόμων, περὶ αὐτονομίας, Σινωπικὸς, νησιωτικὸς, σύμμικτοι τρεῖς, Ἀμφικτυονικὸς, περὶ τοῦ κατοικισμοῦ Μιλησίοις· ἐπιδεικτικοὶ ἑπτὰ, Κλυταιμνήστρας
ἐγκώμιον, Πηνελόπη, Μενεκράτης, ἐπιτάφιος τοῖς ἐν Θυρέᾳ, Νεοπτόλεμος, Παριακός· συνηγορία πρὸς τὴν ἐπιστολὴν τοῦ ἐπιστάτου, περὶ τοῦ ὄρτυγος, ὑπὲρ Τιμοθέου, ἐπιτροπικὸς, περὶ τῆς ὑδρίας· σύμμικτοι πέντε, περὶ φιλοσοφίας, περὶ Πλάτωνος, περὶ Ἔριδος, προτρεπτικὸς, καταδρομὴ σοφιστῶν. λέγεται δʼ ὡς ὅτι καὶ τέχνην ῥητορικὴν
ἔγραψε, τῷ δὲ χρόνῳ ἔτυχεν αὐτὴν ἀπολέσθαι. ἐρεῖ δέ τις. καὶ πόθεν δῆλον ὅτι τοῦτο οὕτως ἔχει; λέγομεν ὡς ὅτι Ἀριστοτέλης ὁ φιλόσοφος συναγαγὼν τέχνας ῥητορικὰς ἐμνήσθη καὶ ταύτης. ἐβίωσε δʼ οἱ μὲν λέγουσιν ὡς ὅτι ἑκατὸν ἔτη, οἱ δὲ ἐνενήκοντα καὶ ὀκτώ. ἀπέθανε δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος μετὰ τὴν ἐν Χαιρωνείᾳ
μάχην, λυπηθεὶς διὰ τὴν ἧτταν καὶ τὴν συμφορὰν τὴν γενομένην ἐκεῖσε τοῖς Ἀθηναίοις παρὰ Φιλίππου. ἀποκαρτερήσας δὲ ἐτελεύτησεν, ὡς μὲν Δημήτριός φησιν ἐννέα ἡμέρας, ὡς δὲ Ἀφαρεὺς δεκατέσσαρας. 5 προαναγνοὺς δὲ τούτους τοὺς στίχους ἐτελεύτησεν ἐκ τριῶν δραμάτων Εὐριπίδου·
τούτου. πάλιν ὁ Σιδώνιος Κάδμος βάρβαρος ὤν (ἡ γὰρ Σιδὼν καὶ αὐτὴ ὑπὸ τοὺς Πέρσας ἦν,) ἐξελθὼν ἐπὶ ζήτησιν τῆς ἑαυτοῦ ἀδελφῆς Εὐρώπης, ἐλθὼν εἰς Θήβας κατέσχε τούτων. ὁμοίως Πέλοψ ὁ Φρύγιος (ἡ δὲ Φρυγία καὶ αὐτὴ τῆς Ἀσίας ἦν) φυγὼν τὴν ἐπιβουλὴν τοῦ Ἴλου, πολεμοῦντος αὐτοῦ πρὸς τὸν αὑτοῦ πατέρα, ἦλθεν εἰς Πῖσαν
καὶ ὕστερον συμπάσης Πελοποννήσου ἐκράτησεν· ἐξ οὗ καὶ Πελοπόννησος ἐκλήθη. ταῦτα δʼ αὐτοῦ εἰρηκότος καὶ τελευτήσαντος θαυμάσαντες αὐτοῦ οἱ Ἀθηναῖοι ἣν εἶχε πρὸς τὴν πόλιν εὔνοιαν δημοσίᾳ φιλοτίμως ἔθαψαν, καὶ σειρῆνα ἐκκολάψαντες διὰ λίθου ἐπέθηκαν αὐτοῦ τῷ μνήματι, δηλοῦντες τὴν εὐμουσίαν τοῦ ἀνδρός. καὶ
ταῦτα μὲν περὶ τοῦ θεσπεσίου ῥήτορος.
Scholia in Isocratem (scholia vetera). Scholia in Isocratem. ed. Wilhelm Dindorf. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.