μικρολόγον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ.
τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Il. 3, 454)ʼ τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾶ Il. 5, 202), καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ
εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι τὴν χεῖραʼ οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάν- δαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητὴν “Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν” (Il. 2, 827), ὃ σημαίνει τὴν
τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.