φιλόφρων δὲ ἀριδείκετος λέγεται.
ὅλων, οἰκονομῶν τὰ συμφέροντα, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφα- σιν, ἃ δὲ δίκαια.
ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων” μὴ νοήσαντές τινες ἀλλοκότους ἐξηγήσεις πεποίηνται. φασὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεὺς, παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γενομένην. τὸ οὖν παραβλήδην ὅτι μετὰ τοῦ παραβάλ-
λειν λέγει, ὅπερ εἰώθασι συγκρίνειν λέγειν, καὶ ὅτι τοῦθʼ οὕτως ἔχει δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· “δοιαὶ μὲν Μενελάῳ ἀρη- γόνες εἰσὶ θεάων, Ηρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δʼ αὖτε φιλομ- μειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει” καὶ
οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλʼ ὄντως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι, δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάνδρῳ. καὶ ἡμὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖθεν χρημα- τίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ Ἀλαλκομενηῒς, ἡ δὲ Ἀφροδίτη φιλομμειδὴς καὶ οὐκ ἀπʼ
Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθηνται, ἡ δὲ αἰεὶ παρμέμβλωκε· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένουσα “καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέ- εσθαι.” ὀρθῶς ἄρα προείρηκεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός.
1
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.