δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ” (Il. 3, 440). τὸ δὲ πειρᾶν ἀντὶ τοῦ πειράτω.
ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀρι- στοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμηρου λύουσι λέγοντες προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τ᾿ αἴ κε θέλῃσιν,” οὐχὶ πείθειν.
μέγιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν τῶν ὅρκων, ὥσπερ καὶ Ὀδυσσέως ἡ συχνὴ ναυάγησις διὰ τὴν εἰς Ποσειδῶνα βλασφημίαν. ὑπερκύδας δὲ ἐκ τοῦ κῦδος κύδος καὶ ὑπερκύδας.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.