“ὁπλότερος γενεήν” (Il. 2, 707)· ἐπὶ εὐγενείας, ὡς τὸ “γενεῇ μὲν ὑπέρτερος” (Il. 11, 796)· ἐπὶ ἐκγόνων, ὡς τὸ “ὄφρα μὴ ἄσπερμος γενεή” (Il. 20, 303)· ἐπὶ πατρίδος, ὡς τὸ “γενεὴ δέ οἵ ἐστʼ ἐπὶ λίμνῃ” (ib. 390)· ἐπὶ ὡρισμένου χρόνου, ὡς τὸ “τῷ δʼ ἤδη δύο μὲν γενεαί” (Il. 1, 250)· ἡ γὰρ τοιαύτη γενεὰ λ΄ ἔχει χρόνους· ἐπὶ
φύσεως, ὡς τὸ “οἵη περ φύλλων γενεή” (Il. 6, 146). λαμβτά- νεται δὲ καὶ ἐπὶ χρόνου ζωῆς ἀνθρώπων, ὡς τὸ “ἐννέα γὰρ ζώει γενεάς.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.